§20.33.1περὶ δὲ τὴν Λιβύην Ἀγαθοκλῆς, ἐπειδὴ κατέπλευσαν οἱ τὴν Ἀμίλκα κεφαλὴν κομίζοντες, ἀναλαβὼν ταύτην καὶ παριππεύσας πλησίον τῆς παρεμβολῆς τῶν πολεμίων εἰς φωνῆς ἀκοὴν ἔδειξε τοῖς πολεμίοις καὶ τὴν τῶν στρατοπέδων ἧτταν διεσάφησεν.
一方リビュアでは、アガトクレスは、ハミルカルの首を持ってきた者たちが船で到着すると、これを受け取り、敵の陣営の近く、声の届くところまで馬を走らせて、敵にそれを示し、また軍勢の敗北を伝えた。
§20.33.2οἱ δὲ Καρχηδόνιοι περιαλγεῖς γενόμενοι καὶ βαρβαρικῶς προσκυνήσαντες συμφορὰν ἑαυτῶν ἐποιοῦντο τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς τὸν ὅλον πόλεμον ἄθυμοι καθειστήκεισαν.
カルタゴ人たちはひどく悲しみ、異民族のやり方でひれ伏して、王の死を自分たちの不幸として受け止め、戦争全体に対して意気消沈した。
οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα τοῖς περὶ Λιβύην προτερήμασιν ἐπαρθέντες τηλικούτων εὐτυχημάτων προσγενομένων μετέωροι ταῖς ἐλπίσιν ἐγενήθησαν, ὡς ἀπηλλαγμένοι τῶν δεινῶν.
一方アガトクレスの一行は、リビュアでの勝ち戦に活気づき、このような大いなる幸運が加わったため、恐ろしいことから解放されたとして、希望に胸を膨らませた。
§20.33.3οὐ μὴν ἡ τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως, ἀλλʼ ἐκ τῶν ἰδίων στρατιωτῶν τῷ δυνάστῃ τοὺς μεγίστους ἐπήνεγκε κινδύνους.
しかしながら、運命は、この好調さが同じ状態のまま留まることを許さず、支配者に対して彼自身の兵士たちのうちから最大の危機をもたらした。
Λυκίσκος γάρ τις τῶν ἐφʼ ἡγεμονίᾳ τεταγμένων, παραληφθεὶς ὑπʼ Ἀγαθοκλέους ἐπὶ τὸ δεῖπνον, οἰνωθεὶς ἐβλασφήμει τὸν δυνάστην.
というのも、指揮官に任じられていた者の一人であるリュキスコスという者が、アガトクレスによって宴会に招かれた際、酒に酔って支配者を罵倒したのである。
§20.33.4ὁ μὲν οὖν Ἀγαθοκλῆς διὰ τὰς ἐν τῷ πολέμῳ χρείας ἀποδεχόμενος τὸν ἄνδρα τῇ παιδιᾷ τὰ πρὸς πικρίαν λεγόμενα διέσυρεν·
アガトクレスは戦争中の必要性から、その男を重用していたので、悪意をもって言われたことを冗談にして受け流した。
ὁ δʼ υἱὸς Ἀρχάγαθος χαλεπῶς φέρων ἐπετίμα τε καὶ διηπειλεῖτο.
しかし息子のアルカガトスは憤慨し、咎めて脅した。
§20.33.5διαλυθέντος δὲ τοῦ πότου καὶ πρὸς τὴν σκηνὴν ἀπιόντων ἐλοιδόρησεν ὁ Λυκίσκος τὸν Ἀρχάγαθον εἰς τὴν τῆς μητρυιᾶς μοιχείαν·
酒宴が終わり、天幕へと戻っていく際、リュキスコスはアルカガトスを継母との密通のことで罵った。
ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν·
というのも、彼は父親に隠れてアルキアと通じていると思われていたからである。
§20.33.6τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικί.
というのは、これがその女性の名前であった。
ὁ δʼ Ἀρχάγαθος εἰς ὀργὴν ὑπερβάλλουσαν προαχθεὶς καὶ παρά τινος τῶν ὑπασπιστῶν ἁρπάσας σιβύνην διήλασε διὰ τῶν πλευρῶν.
アルカガトスは激しい怒りに駆られ、護衛兵の一人から槍を奪い取ると、彼の脇腹を突き刺した。
τοῦτον μὲν οὖν παραχρῆμα τελευτήσαντα πρὸς τὴν ἰδίαν ἀπήνεγκαν σκηνὴν οἷς ἦν ἐπιμελές·
そこで、リュキスコスが即死すると、世話役たちが彼を自身の天幕へと運び去った。
ἅμα δʼ ἡμέρᾳ συνελθόντες οἱ τοῦ φονευθέντος φίλοι καὶ πολλοὶ τῶν ἄλλων στρατιωτῶν συνδραμόντες ἠγανάκτουν ἐπὶ τοῖς πραχθεῖσι καὶ θορύβου τὴν παρεμβολὴν ἐπλήρωσαν.
しかし夜が明けると、殺された者の友人たちや多くの他の兵士たちが一堂に会し、行われたことに憤慨して、陣営を満たす騒動を引き起こした。
§20.33.7πολλοὶ δὲ καὶ τῶν ἐφʼ ἡγεμονίαις τεταγμένων, ἐν ἐγκλήμασιν ὄντες καὶ φοβούμενοι περὶ σφῶν αὐτῶν, συνεπιθέμενοι τῷ καιρῷ στάσιν οὐ τὴν τυχοῦσαν ἐξέκαυσαν.
また、指揮官に任じられていた者の多くも、非難を受けて身の危険を感じていたため、この機会に乗じて、尋常ではない反乱を煽り立てた。
παντὸς δὲ τοῦ στρατεύματος μισοπονηροῦντος ἕκαστοι τὰς πανοπλίας ἀνελάμβανον ἐπὶ τὴν τοῦ φονεύσαντος τιμωρίαν·
全軍がこの悪行を憎んだため、それぞれが殺人者への処罰を求めて完全武装を整えた。
καὶ πέρας τὸ πλῆθος ᾤετο δεῖν Ἀρχάγαθον ἀναιρεῖσθαι, μὴ ἐκδιδόντος δὲ τὸν υἱὸν Ἀγαθοκλέους αὐτὸν ἀντʼ ἐκείνου τὴν τιμωρίαν ὑπέχειν.
そしてついに群衆は、アルカガトスは処刑されるべきであり、もしアガトクレスが息子を引き渡さないならば、彼自身が代わりに罰を受けるべきだと考えた。
§20.33.8ἀπῄτουν δὲ καὶ τοὺς μισθοὺς τοὺς ὀφειλομένους καὶ στρατηγοὺς ᾑροῦντο τοὺς ἀφηγησομένους τοῦ στρατοπέδου καὶ τὸ τελευταῖον τὰ τείχη κατελαμβάνοντό τινες τοῦ Τύνητος καὶ πανταχόθεν φυλακαῖς περιέλαβον τοὺς δυνάστας.
彼らはまた、支払われていない給与を要求し、軍を率いる将軍たちを選び、最後には、ある者たちがテュネスの城壁を占領し、あらゆる方向から監視によって支配者たちを取り囲んだ。