Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.33.1-20.33.8

示众哈米尔卡首级与吕基斯科斯被杀引发的兵变

第 221 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯向利比亚的迦太基军展示哈米尔卡的首级以动摇其军心,但其子阿尔卡加托斯因宴会争执杀害了将官吕基斯科斯,引发了士兵的大规模叛乱。

§20.33.1περὶ δὲ τὴν Λιβύην Ἀγαθοκλῆς, ἐπειδὴ κατέπλευσαν οἱ τὴν Ἀμίλκα κεφαλὴν κομίζοντες, ἀναλαβὼν ταύτην καὶ παριππεύσας πλησίον τῆς παρεμβολῆς τῶν πολεμίων εἰς φωνῆς ἀκοὴν ἔδειξε τοῖς πολεμίοις καὶ τὴν τῶν στρατοπέδων ἧτταν διεσάφησεν.
在利比亚,阿加托克利斯,当带回哈米尔卡首级的人乘船抵达后,他接过了首级,并骑马来到敌人阵营附近能听到声音的地方,将首级展示给敌人,并表明了他们军队的溃败。
§20.33.2οἱ δὲ Καρχηδόνιοι περιαλγεῖς γενόμενοι καὶ βαρβαρικῶς προσκυνήσαντες συμφορὰν ἑαυτῶν ἐποιοῦντο τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς τὸν ὅλον πόλεμον ἄθυμοι καθειστήκεισαν.
迦太基人深感悲痛,并按照蛮族的习俗顶礼膜拜,将国王的死视为他们自身的灾祸,对整场战争感到心灰意冷。
οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα τοῖς περὶ Λιβύην προτερήμασιν ἐπαρθέντες τηλικούτων εὐτυχημάτων προσγενομένων μετέωροι ταῖς ἐλπίσιν ἐγενήθησαν, ὡς ἀπηλλαγμένοι τῶν δεινῶν.
而阿加托克利斯及其部下,因在利比亚的胜利而精神振奋,由于增添了如此巨大的好运,他们对前途充满了希望,自认为已摆脱了险境。
§20.33.3οὐ μὴν ἡ τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως, ἀλλʼ ἐκ τῶν ἰδίων στρατιωτῶν τῷ δυνάστῃ τοὺς μεγίστους ἐπήνεγκε κινδύνους.
然而,命运并未容许这种顺境保持不变,反而在统治者的自身士兵中,给他带来了最大的危险。
Λυκίσκος γάρ τις τῶν ἐφʼ ἡγεμονίᾳ τεταγμένων, παραληφθεὶς ὑπʼ Ἀγαθοκλέους ἐπὶ τὸ δεῖπνον, οἰνωθεὶς ἐβλασφήμει τὸν δυνάστην.
因为在被任命为指挥官的人当中,有一个名叫吕基斯科斯的人,受阿加托克利斯之邀参加宴会,醉酒后便开始辱骂统治者。
§20.33.4ὁ μὲν οὖν Ἀγαθοκλῆς διὰ τὰς ἐν τῷ πολέμῳ χρείας ἀποδεχόμενος τὸν ἄνδρα τῇ παιδιᾷ τὰ πρὸς πικρίαν λεγόμενα διέσυρεν· ὁ δʼ υἱὸς Ἀρχάγαθος χαλεπῶς φέρων ἐπετίμα τε καὶ διηπειλεῖτο.
阿加托克利斯由于在战争中的需要而容忍了这个人,用玩笑将那些带有恶意的话敷衍过去;但他的儿子阿尔卡加托斯则感到难以容忍,既责备他又恐吓他。
§20.33.5διαλυθέντος δὲ τοῦ πότου καὶ πρὸς τὴν σκηνὴν ἀπιόντων ἐλοιδόρησεν ὁ Λυκίσκος τὸν Ἀρχάγαθον εἰς τὴν τῆς μητρυιᾶς μοιχείαν· ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν·
当酒宴散去,大家各自回到天幕时,吕基斯科斯因阿尔卡加托斯与其继母通奸而辱骂他;因为人们认为阿尔卡加托斯瞒着父亲与阿尔基娅私通。
§20.33.6τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικί.
因为这就是那个女人的名字。
ὁ δʼ Ἀρχάγαθος εἰς ὀργὴν ὑπερβάλλουσαν προαχθεὶς καὶ παρά τινος τῶν ὑπασπιστῶν ἁρπάσας σιβύνην διήλασε διὰ τῶν πλευρῶν.
但阿尔卡加托斯陷入极度愤怒之中,从一名卫兵手中夺过一柄长枪,刺穿了他的肋部。
τοῦτον μὲν οὖν παραχρῆμα τελευτήσαντα πρὸς τὴν ἰδίαν ἀπήνεγκαν σκηνὴν οἷς ἦν ἐπιμελές· ἅμα δʼ ἡμέρᾳ συνελθόντες οἱ τοῦ φονευθέντος φίλοι καὶ πολλοὶ τῶν ἄλλων στρατιωτῶν συνδραμόντες ἠγανάκτουν ἐπὶ τοῖς πραχθεῖσι καὶ θορύβου τὴν παρεμβολὴν ἐπλήρωσαν.
于是吕基斯科斯当场毙命,负责此事的人将他抬回了自己的天幕;天亮时,被杀者的朋友们以及许多其他士兵聚集在一起,对发生的事情感到义愤填膺,使整个营地陷入了混乱。
§20.33.7πολλοὶ δὲ καὶ τῶν ἐφʼ ἡγεμονίαις τεταγμένων, ἐν ἐγκλήμασιν ὄντες καὶ φοβούμενοι περὶ σφῶν αὐτῶν, συνεπιθέμενοι τῷ καιρῷ στάσιν οὐ τὴν τυχοῦσαν ἐξέκαυσαν.
许多担任指挥官的人也因受到指控并担心自身安全,乘机推波助澜,煽动了一场非同寻常的叛乱。
παντὸς δὲ τοῦ στρατεύματος μισοπονηροῦντος ἕκαστοι τὰς πανοπλίας ἀνελάμβανον ἐπὶ τὴν τοῦ φονεύσαντος τιμωρίαν· καὶ πέρας τὸ πλῆθος ᾤετο δεῖν Ἀρχάγαθον ἀναιρεῖσθαι, μὴ ἐκδιδόντος δὲ τὸν υἱὸν Ἀγαθοκλέους αὐτὸν ἀντʼ ἐκείνου τὴν τιμωρίαν ὑπέχειν.
由于全军都憎恶这一恶行,每个人都拿起了全副武装,要求惩罚凶手;最终,群众认为应当处死阿尔卡加托斯,如果阿加托克利斯不交出儿子,他自己就应该代替儿子接受惩罚。
§20.33.8ἀπῄτουν δὲ καὶ τοὺς μισθοὺς τοὺς ὀφειλομένους καὶ στρατηγοὺς ᾑροῦντο τοὺς ἀφηγησομένους τοῦ στρατοπέδου καὶ τὸ τελευταῖον τὰ τείχη κατελαμβάνοντό τινες τοῦ Τύνητος καὶ πανταχόθεν φυλακαῖς περιέλαβον τοὺς δυνάστας.
他们还要求发放拖欠的薪饷,并推选了领导军队的将军,最后,有些人占领了突尼斯的城壁,从四面八方派哨兵包围了统治者们。

词汇与语法注释

  1. 20.33.1εἰς φωνῆς ἀκοὴν — 名词 ἀκοή 意为“听觉”或“听到”。带宾格的介词短语 εἰς φωνῆς ἀκοήν 在此用作副词性短语,表示“在声音能听到的范围内”。
  2. 20.33.2οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα — 惯用表达 οἱ περί τινα 在此不单指阿加托克利斯个人,而是指“阿加托克利斯及其随从”或“阿加托克利斯的军队”。
  3. 20.33.4τὰ πρὸς πικρίαν λεγόμενα — 介词 πρὸς 搭配宾格名词 πικρίαν 表示方式或意图(“带有恶意地”),整个短语意为“带着恶意或刻薄所说的话”。
  4. 20.33.5ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν — 动词 ἔχειν 在此具有“发生肉体关系”或“占有为情妇”的含义。副词 λάθρᾳ 支配属格 τοῦ πατρὸς,意为“瞒着他的父亲”。
  5. 20.33.7μὴ ἐκδιδόντος δὲ τὸν υἱὸν Ἀγαθοκλέους — 属格独立结构。否定词 μὴ 带有条件色彩,表示假设:“如果阿加托克利斯不交出他的儿子”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.33.1-20.33.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.33.1-20.33.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。