§20.32.1περὶ ταῦτα δʼ ὄντων τῶν Ἀκραγαντίνων τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν ὑπʼ Ἀγαθοκλέους καταλαβόμενοί τινες τὴν Ἐχέτλαν ἐπόρθουν τήν τε Λεοντίνην καὶ Καμαριναίαν.
アクラガス人たちがこれらのことに従事している間に、アガトクレスによってシュラクサイに残された兵士たちのうち、ある者たちがエケトラを占領し、レオンティネとカマリナの領土を略奪していた。
§20.32.2κακῶς οὖν πασχουσῶν τῶν πόλεων διὰ τὸ τὴν χώραν δῃοῦσθαι καὶ τοὺς καρποὺς ἅπαντας διαφθείρεσθαι ἐμβαλὼν εἰς τοὺς τόπους ὁ Ξενόδικος Λεοντίνους μὲν καὶ Καμαριναίους ἀπήλλαξε τοῦ πολέμου, τὴν δʼ Ἐχέτλαν χωρίον ὀχυρὸν ἐκπολιορκήσας τοῖς μὲν πολίταις τὴν δημοκρατίαν ἀποκατέστησε, τοὺς δὲ Συρακοσίους κατεπλήξατο·
そこで、国土が荒らされ、すべての作物が破壊されることによって、これらの都市がひどい被害を受けていたので、クセノディコスはこの地方に攻め入り、レオンティネ人とカマリナ人を戦争から解放した。 また、堅固な拠点であるエケトラを包囲攻略して、市民たちには民主政を復活させ、シュラクサイ人たちを恐れさせた。
καθόλου δʼ ἐπιπορευόμενος τά τε φρούρια καὶ τὰς πόλεις ἠλευθέρου τῆς τῶν Καρχηδονίων ἐπιστασίας.
そして、全体として進軍しながら、砦や都市をカルタゴ人の支配から解放していった。
§20.32.3ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν ἐμπόρων κατάπλουν.
これらが行われていたのと同時に、シュラクサイ人たちは食糧不足に苦しんでおり、穀物運搬船がシュラクサイに向けて航行しようとしていると聞いて、二十隻の三段橈船に乗り組んだ。 そして、普段から封鎖を行っている異民族たちが無警戒であるのを見計らって、気づかれずに出帆し、メガラの地へと移動して、商人たちの入港を待ち構えていた。
§20.32.4μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπʼ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας.
この後、カルタゴ人たちが三十隻の船で彼らに向けて出航したとき、彼らは最初、海戦を行おうと試みたが、すぐに陸地へと追い詰められ、ヘラのある神殿に向かって泳いで逃げた。
§20.32.5γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δʼ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν.
そこで船を巡る戦闘が起こり、カルタゴ人たちが鉄の鉤を投げかけて力ずくで陸から引き剥がしたため、十隻の三段橈船が捕らえられたが、他の船は、市内から救助に駆けつけた者たちが救い出した。
καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
シケリアに関する出来事はこのような状況であった。