§20.27.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος.
アテナイにおいてファレロンのデメトリオスがアルコンであったとき、ローマではクィントゥス・ファビウスが二度目の、そしてガイオス・マルキウスが執政官の職に就いた。
ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπʼ Ἀντιγόνου κατὰ κράτος εἷλεν.
彼らの任期中、エジプトを支配していたプトレマイオスは、自身の将軍たちがキリキアの諸都市を失ったことを知り、軍勢を率いてパセリスへと航行し、ここを包囲して攻略した。 さらにリュキアへと渡り、アンティゴノスによって守備隊が置かれていたクサントスを武力で奪取した。
§20.27.2εἶτα τῇ Καύνῳ προσπλεύσας τὴν μὲν πόλιν παρέλαβε, τὰς δὲ ἀκροπόλεις φρουρουμένας τῇ βίᾳ κατισχύσας τὸ μὲν Ἡράκλειον ἐξεῖλε, τὸ δὲ Περσικὸν παραδόντων τῶν στρατιωτῶν ὑποχείριον ἐποιήσατο.
次いでカウノスへと航行して、市街を手中に収めると、守備隊が置かれていた砦を武力で制圧し、ヘラクレイオンを攻略し、ペルシコンは兵士たちが降伏したため支配下に置いた。
§20.27.3μετὰ δὲ ταῦτα εἰς τὴν Κῶν πλεύσας μετεπέμψατο Πτολεμαῖον, ὃς ὢν ἀδελφιδοῦς Ἀντιγόνου καὶ δύναμιν πεπιστευμένος τοῦτον μὲν κατέλιπε, πρὸς δὲ Πτολεμαῖον κοινοπραγίαν ἐτίθετο.
この後、コスへと航行し、プトレマイオスを呼び寄せた。 この男はアンティゴノスの甥であり、軍勢を委ねられていたが、アンティゴノスを見捨ててプトレマイオスと共同行動をとる約束を結んでいた。
πλεύσαντος δʼ ἐκ τῆς Χαλκίδος αὐτοῦ καὶ κομισθέντος εἰς Κῶν τὸ μὲν πρῶτον ὁ Πτολεμαῖος φιλανθρώπως αὐτὸν προσεδέξατο·
彼がカルキスから出航してコスに到着したとき、最初プトレマイオスは彼を温厚に迎えた。
εἶτα ὁρῶν πεφρονηματισμένον καὶ τοὺς ἡγεμόνας ὁμιλίαις καὶ δωρεαῖς ἐξιδιοποιούμενον, φοβηθεὶς μή τινα ἐπιβουλὴν μηχανήσηται, φθάσας αὐτὸν συνέλαβε καὶ πιεῖν κώνιον συνηνάγκασε.
しかしその後、彼が思い上がっており、会談や贈り物によって将校たちを自分自身の味方に引き入れようとしているのを見て、何か陰謀を企てはしないかと恐れ、先手を打って彼を逮捕し、ドクニンジンを飲むよう強要した。
τοὺς δὲ συνηκολουθηκότας στρατιώτας ἐπαγγελίαις δημαγωγήσας κατέμιξε τοῖς μεθʼ ἑαυτοῦ στρατευομένοις.
そして、彼に付き従っていた兵士たちを約束によって味方に引き入れると、自身とともに従軍している軍勢に組み入れた。