§20.27.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος.
While Demetrius of Phalerum was archon at Athens, Quintus Fabius for the second time and Gaius Marcius assumed the consular office in Rome.
ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπʼ Ἀντιγόνου κατὰ κράτος εἷλεν.
During their term of office, Ptolemy, who was ruling Egypt, having learned that his own generals had lost the cities in Cilicia, sailed with a force to Phaselis and took it by siege, and then, having crossed over into Lycia, took Xanthus, which was garrisoned by Antigonus, by storm.
§20.27.2εἶτα τῇ Καύνῳ προσπλεύσας τὴν μὲν πόλιν παρέλαβε, τὰς δὲ ἀκροπόλεις φρουρουμένας τῇ βίᾳ κατισχύσας τὸ μὲν Ἡράκλειον ἐξεῖλε, τὸ δὲ Περσικὸν παραδόντων τῶν στρατιωτῶν ὑποχείριον ἐποιήσατο.
Then, having sailed to Caunus, he took over the city, and having overcome by force the citadels which were garrisoned, he captured the Heracleum, and made the Persicum subject to himself when its soldiers surrendered it.
§20.27.3μετὰ δὲ ταῦτα εἰς τὴν Κῶν πλεύσας μετεπέμψατο Πτολεμαῖον, ὃς ὢν ἀδελφιδοῦς Ἀντιγόνου καὶ δύναμιν πεπιστευμένος τοῦτον μὲν κατέλιπε, πρὸς δὲ Πτολεμαῖον κοινοπραγίαν ἐτίθετο.
After this, having sailed to Cos, he sent for Ptolemy, who, being a nephew of Antigonus and having been entrusted with a force, had abandoned him and was making common cause with Ptolemy.
πλεύσαντος δʼ ἐκ τῆς Χαλκίδος αὐτοῦ καὶ κομισθέντος εἰς Κῶν τὸ μὲν πρῶτον ὁ Πτολεμαῖος φιλανθρώπως αὐτὸν προσεδέξατο· εἶτα ὁρῶν πεφρονηματισμένον καὶ τοὺς ἡγεμόνας ὁμιλίαις καὶ δωρεαῖς ἐξιδιοποιούμενον, φοβηθεὶς μή τινα ἐπιβουλὴν μηχανήσηται, φθάσας αὐτὸν συνέλαβε καὶ πιεῖν κώνιον συνηνάγκασε.
When he had sailed from Chalcis and arrived at Cos, at first Ptolemy received him kindly; then, seeing that he was puffed up with pride and was winning over the officers by conversations and gifts, and fearing lest he should devise some plot, he forestalled him by arresting him and forced him to drink hemlock.
τοὺς δὲ συνηκολουθηκότας στρατιώτας ἐπαγγελίαις δημαγωγήσας κατέμιξε τοῖς μεθʼ ἑαυτοῦ στρατευομένοις.
As for the soldiers who had accompanied him, having won them over by promises, he incorporated them into those serving with himself.