§20.21.1Πτολεμαῖος δὲ τῶν ἐν Κύπρῳ πόλεων κυριεύων, ἐπειδή τινων ἐπύθετο Νικοκλέα τὸν βασιλέα τῶν Παφίων ἐν ἀπορρήτοις ἰδίᾳ πρὸς Ἀντίγονον συντεθεῖσθαι φιλίαν, ἔπεμψε τῶν φίλων Ἀργαῖον καὶ Καλλικράτην, προστάξας αὐτοῖς ἀνελεῖν τὸν Νικοκλέα·
キプロスの諸都市を支配していたプトレマイオスは、パフォスの王ニコクレスが秘密裏に個人的にアンティゴノスと同盟を結んだということを、ある人々から耳にすると、友人のうちからアルガイオスとカリクラテスを派遣し、ニコクレスを殺害するよう彼らに命じた。
πάνυ γὰρ εὐλαβεῖτο μὴ καὶ τῶν ἄλλων τινὲς ὁρμήσωσι πρὸς μεταβολήν, ὁρῶντες ἀθῴους γεγονότας τοὺς πρότερον ἀφεστηκότας.
というのも、彼は、以前に反逆した者たちが罰せられずにいるのを見て、他の者たちの一部もまた寝返りへと駆り立てられるのではないかと、大いに恐れたからである。
οὗτοι μὲν οὖν πλεύσαντες εἰς τὴν νῆσον καὶ παρὰ Μενελάου τοῦ στρατηγοῦ στρατιώτας λαβόντες περιέστησαν τὴν οἰκίαν τοῦ Νικοκλέους καὶ τὰ δόξαντα τῷ βασιλεῖ δηλώσαντες προσέταξαν ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν.
そこで彼らは島へと航海し、将軍メネラオスから兵士を受け取ると、ニコクレスの家を包囲し、王の決定を伝えて、みずから命を絶つよう彼に命じた。
§20.21.2ὁ δὲ τὸ μὲν πρῶτον πρὸς τὴν ἀπολογίαν ἐτρέπετο τῶν ἐγκαλουμένων· ὡς δʼ οὐδεὶς προσεῖχεν, ἑαυτὸν ἀπέκτεινεν.
彼は最初、告発された事柄に対する弁明に努めたが、誰も耳を貸さなかったので、自害した。
Ἀξιοθέα δὲ ἡ γυνὴ τοῦ Νικοκλέους ἀκούσασα τὴν ἀνδρὸς τελευτὴν τὰς μὲν θυγατέρας τὰς ἑαυτῆς παρθένους οὔσας ἀπέσφαξεν, ὅπως μηδεὶς αὐτῶν πολέμιος κυριεύσῃ, τὰς δὲ τῶν ἀδελφῶν τῶν Νικοκλέους γυναῖκας προετρέψατο μεθʼ αὑτῆς ἑλέσθαι τὸν θάνατον, οὐδὲν συντεταχότος Πτολεμαίου περὶ τῶν γυναικῶν, ἀλλὰ συγκεχωρηκότος αὐταῖς τὴν ἀσφάλειαν.
ニコクレスの妻アクシオテアは、夫の死を聞くと、敵の誰も彼女たちを我が物にしないよう、まだ処女であった自らの娘たちを殺害し、さらにニコクレスの兄弟たちの妻たちに対しても、自分とともに死を選ぶよう促した。 これは、プトレマイオスが女たちについては何も命令しておらず、むしろ彼女たちの安全を認めていたにもかかわらずのことであった。
§20.21.3τῶν δὲ βασιλείων πεπληρωμένων φόνων καὶ συμπτωμάτων ἀπροσδοκήτων οἱ τοῦ Νικοκλέους ἀδελφοὶ συγκλείσαντες τὰς θύρας τὴν μὲν οἰκίαν ἐνέπρησαν, ἑαυτοὺς δʼ ἀπέσφαξαν.
王宮が殺戮と予期せぬ惨劇で満たされる中、ニコクレスの兄弟たちは扉を閉ざし、家に火を放って自害した。
ἡ μὲν οὖν τῶν ἐν Πάφῳ βασιλέων οἰκία τραγικοῖς συγκυρήσασα πάθεσι τὸν εἰρημένον τρόπον κατελύθη.
このようにして、パフォスの王たちの家系は悲劇的な災難に見舞われ、上述の形で滅亡した。
ἡμεῖς δὲ τὴν ἀπαγγελίαν τῶν κατὰ τὴν Κύπρον γεγονότων διελθόντες ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.
我々はキプロスで起こった出来事の報告を終えたので、記述をそれに続く出来事へと移行させることにする。