§20.111.1ἐν τούτοις δʼ ὄντων τῶν περὶ Θεσσαλίαν ἧκον πρὸς τὸν Δημήτριον οἱ πεμφθέντες ὑπʼ Ἀντιγόνου, διασαφοῦντες τὰς παρὰ τοῦ πατρὸς ἐντολὰς καὶ παρακελευόμενοι τὴν ταχίστην διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Ἀσίαν.
テッサリアにおける事態がこのような状況にある中、アンティゴノスから派遣された者たちがデメトリオスのところに到着し、父親からの命令を明確に伝えて、できるだけ速やかに軍勢をアジアへ渡らせるよう促した。
§20.111.2διόπερ ἀναγκαῖον ἡγησάμενος ὑπάρχειν ὁ βασιλεὺς τὸ πείθεσθαι τῷ πατρί, πρὸς μὲν Κάσανδρον διαλύσεις ἐποιήσατο, συνθέμενος εἶναι κυρίας τὰς συνθήκας, ἐὰν ὦσιν εὐάρεστοι τῷ πατρί, ἀκριβῶς μὲν εἰδὼς οὐ προσδεξόμενον αὐτὸν διὰ τὸ κεκρικέναι πάντως διὰ τῶν ὅπλων ἐπιθεῖναι τέλος τῷ συμβάντι πολέμῳ, βουλόμενος δὲ τὴν ἐκ τῆς Ἑλλάδος ἀποχώρησιν εὐσχήμονα ποιήσασθαι καὶ μὴ φυγῇ παραπλησίαν·
そのため、王は父に従うことが不可欠であると考え、カサンドロスとの間で和議を結び、もし父にとって満足のいくものであるならばその条約を有効なものとすることに合意した。 これは、父が何としても武器によってこのたび発生した戦争に決着をつけることを決意していたために、その和議を父が受け入れないであろうことを正確に知りつつも、ギリシアからの撤退を体裁の良いものにし、逃走に似たものにはしたくないと望んだからであった。
ἐγέγραπτο γὰρ ἐν ταῖς συνθήκαις πρὸς τοῖς ἄλλοις καὶ τὸ τὰς Ἑλληνίδας πόλεις ἐλευθέρας ὑπάρχειν, οὐ τὰς κατὰ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὰς κατὰ τὴν Ἀσίαν.
というのも、条約の中には、他の事柄に加えて、ギリシアの諸都市が自由であること、それもギリシア国内の都市だけでなくアジアの都市も自由であることが書き込まれていたからである。
§20.111.3μετὰ δὲ ταῦθʼ ὁ Δημήτριος παρασκευασάμενος πόρια πρὸς τὴν παρακομιδὴν τῶν τε στρατιωτῶν καὶ τῆς ἀποσκευῆς ἀνήχθη παντὶ τῷ στόλῳ καὶ κομισθεὶς διὰ νήσων κατέπλευσεν εἰς Ἔφεσον.
この後、デメトリオスは兵士たちと荷物を輸送するための船を準備し、全艦隊とともに出帆し、島々を経由して航行してエフェソスに入港した。
ἐκβιβάσας δὲ τὴν δύναμιν καὶ στρατοπεδεύσας πλησίον τῶν τειχῶν ἠνάγκασε τὴν πόλιν εἰς τὴν προϋπάρχουσαν ἀποκαταστῆναι τάξιν καὶ τὴν μὲν ὑπὸ Πρεπελάου τοῦ Λυσιμάχου στρατηγοῦ παρεισαχθεῖσαν φρουρὰν ἀφῆκεν ὑπόσπονδον, ἰδίαν δὲ φυλακὴν εἰς τὴν ἄκραν καταστήσας παρῆλθεν εἰς Ἑλλήσποντον.
そして軍勢を上陸させ、城壁の近くに布陣すると、都市を以前の体制へと復帰させ、リシマコスの将軍プレペラオスによって導入されていた守備隊を条約に基づいて釈放し、自身の守備隊を城砦に配置した上で、ヘレスポントスへと進んだ。
καὶ Λαμψακηνοὺς μὲν καὶ Παριανούς, ἔτι δὲ τῶν ἄλλων τῶν μεταβεβλημένων πόλεών τινας ἀνεκτήσατο, ἐπὶ δὲ τὸ στόμα τοῦ Πόντου παραγενόμενος πρὸς τῷ Καλχηδονίων ἱερῷ στρατοπεδείαν περιεβάλετο καὶ τοὺς φυλάξοντας τὸν τόπον ἀπέλιπε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ναῦς δὲ μακρὰς τριάκοντα·
そしてランプサコス人やパリオス人、さらに寝返っていた他の都市のいくつかを取り戻し、ポントスの入り口に到着すると、カルケドン人の神殿の近くに陣地を築き、その場所を警備させるために歩兵3千と軍船30隻を残した。
τὴν δʼ ἄλλην δύναμιν διελόμενος κατὰ πόλεις διέδωκεν εἰς χειμασίαν.
そして残りの軍勢を分割して冬営のために諸都市へと配置した。
§20.111.4περὶ δὲ τούτους τοὺς χρόνους καὶ Μιθριδάτης, ὑπήκοος ὢν Ἀντιγόνῳ και δόξας ἀφίστασθαι πρὸς τοὺς περὶ Κάσανδρον, ἀνῃρέθη περὶ Κίον τῆς Μυσίας, ἄρξας αὐτῆς καὶ Ἀρρίνης ἔτη τριάκοντα καὶ πέντε·
この時期にまた、アンティゴノスに従属していながらカサンドロスの一行へ離反する兆候を見せたと考えられたミトリダテスが、ミュシアのキオス付近で殺害された。 彼はその地とアリネを35年間支配していた。
τὴν δὲ δυναστείαν διαδεξάμενος Μιθριδάτης πολλοὺς προσεκτήσατο, τῆς δὲ Καππαδοκίας καὶ Παφλαγονίας ἦρξεν ἔτη τριάκοντα ἕξ.
その支配権を継承したミトリダテスは多くの領地を新たに獲得し、カッパドキアとパフラゴニアを36年間支配した。