§20.110.1κατὰ δὲ τὴν Ἑλλάδα Δημήτριος διατρίβων ἐν ταῖς Ἀθήναις ἔσπευδε μυηθῆναι καὶ καταλαβεῖν τὴν ἐν Ἐλευσῖνι τελετήν.
一方ギリシアにおいては、デメトリオスはアテナイに滞在しており、秘儀を授けられ、エレウシスの祭儀を経験することを切望していた。
ἀπεχούσης δὲ χρόνον ἱκανὸν τῆς κατὰ νόμους ἡμέρας, καθʼ ἣν εἰώθεισαν Ἀθηναῖοι συντελεῖν τὴν τελετήν, ἔπεισε τὸν δῆμον διὰ τὰς εὐεργεσίας κινῆσαι τὸ πάτριον ἔθος.
しかし、アテナイ人たちがその祭儀を執り行う慣わしであった法に定められた日がまだ十分に先であったため、彼はこれまでの恩恵を理由に、祖先伝来の慣習を変更するよう民衆を説得した。
παραδοὺς οὖν αὑτὸν ἄνοπλον τοῖς ἱερεῦσι καὶ πρὸ τῆς ὡρισμένης ἡμέρας μυηθεὶς ἀνέζευξεν ἐκ τῶν Ἀθηνῶν.
そこで、武器を持たずに自らを神官たちに委ね、定められた日より前に入信を済ませると、彼はアテナイから軍を移動させた。
§20.110.2καὶ τὸ μὲν πρῶτον εἰς Χαλκίδα τῆς Εὐβοίας ἤθροισε τὸν στόλον καὶ τὴν πεζὴν δύναμιν·
そして最初は、エウボイアのカルキスに艦隊と歩兵部隊を集めた。
μετὰ δὲ ταῦτα πυθόμενος τοὺς περὶ Κάσανδρον προκατειλῆφθαι τὰς παρόδους, πεζῇ μὲν ἀπέγνω τὴν εἰς Θετταλίαν ποιεῖσθαι πορείαν, παραπλεύσας δὲ μετὰ τῆς δυνάμεως εἰς τὸν ἐν Λαρίσῃ λιμένα καὶ τὴν δύναμιν ἐκβιβάσας τὴν μὲν πόλιν ἐξ ἐφόδου παρέλαβε, τὴν δʼ ἄκραν ἐκπολιορκήσας τοὺς μὲν φρουροὺς δήσας παρέδωκεν εἰς φυλακήν, τοῖς δὲ Λαρισαίοις τὴν αὐτονομίαν ἀποκατέστησεν.
その後、カサンドロスの一行が経路をあらかじめ占拠していることを知ると、陸路でテッサリアへ行進することを断念し、軍勢とともに船でラリサの港へと沿岸を航行し、軍勢を上陸させると、その都市を突撃によって占領し、城砦を包囲攻略して守備兵を縛り上げて監獄に引き渡し、ラリサの人々には自治を回復させた。
§20.110.3μετὰ δὲ ταῦτα Ἀντρῶνας μὲν καὶ Πτελεὸν προσηγάγετο, Δίον δὲ καὶ Ὀρχομενὸν μετοικίζοντος εἰς Θήβας Κασάνδρου διεκώλυσε μετοικισθῆναι τὰς πόλεις.
この後、彼はアントロネスとプテレオンを味方に引き入れ、カサンドロスがディオンとオルコメノスをテーバイへと移住させようとしていたのを、それらの都市が移住させられるのを阻止した。
Κάσανδρος δὲ θεωρῶν τὰ πράγματα τῷ Δημητρίῳ κατὰ νοῦν χωροῦντα Φερὰς μὲν καὶ Θήβας ἁδροτέραις φρουραῖς παρεφύλαττε, τὴν δὲ δύναμιν πᾶσαν εἰς ἕνα τόπον ἀθροίσας ἀντεστρατοπέδευσε τοῖς περὶ τὸν Δημήτριον.
カサンドロスは、デメトリオスにとって物事が思い通りに進んでいるのを見て、フェライとテーバイをより強力な守備隊で警戒・保護する一方、全軍勢を一つの場所に集めて、デメトリオスの一行に対して対峙するように陣を敷いた。
§20.110.4εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν εἰς δισμυρίους ἐννακισχιλίους, ἱππεῖς δὲ δισχιλίους.
彼は総勢で歩兵およそ2万9千、騎兵2千を率いていた。
τῷ δὲ Δημητρίῳ συνηκολούθουν ἱππεῖς μὲν χίλιοι καὶ πεντακόσιοι, πεζοὶ δὲ Μακεδόνες οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, μισθοφόροι δʼ εἰς μυρίους καὶ πεντακισχιλίους, ἐκ δὲ τῶν κατὰ τὴν Ἑλλάδα πόλεων δισμύριοι καὶ πεντακισχίλιοι, ψιλικὰ δὲ τάγματα καὶ πειρατῶν παντοδαπῶν τῶν συντρεχόντων ἐπὶ τοὺς πολέμους καὶ τὰς ἁρπαγὰς οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, ὥστʼ εἶναι τοὺς ἅπαντας πεζοὺς περὶ τοὺς πεντακισμυρίους ἑξακισχιλίους.
一方、デメトリオスには騎兵1千500、マケドニア人歩兵8千を下らず、傭兵がおよそ1万5千、ギリシアの諸都市からの歩兵が2万5千、また戦争や掠奪を求めて集まってきたあらゆる種類の軽装兵部隊や海賊たちが8千を下らず付き従っていたため、その結果、歩兵の総数は約5万6千にのぼった。
§20.110.5ἀντικαθημένων δὲ τῶν στρατοπέδων ἀλλήλοις ἐπὶ πολλὰς ἡμέρας ἐκτάξεις μὲν ἐγίνοντο παρʼ ἀμφοτέροις, εἰς μάχην δὲ οὐδέτερος συγκατέβαινε, καραδοκῶν τὴν ἐπὶ τῆς Ἀσίας ἐσομένην τῶν ὅλων κρίσιν.
両軍の陣営が何日もの間互いに対峙する中、双方とも布陣は行ったものの、アジアで起こるであろう全般的な決戦を様子見していたため、どちらも交戦には至らなかった。
§20.110.6Δημήτριος δέ, τῶν Φεραίων ἐπικαλεσαμένων αὐτόν, παρεισπεσὼν εἰς τὴν πόλιν μετὰ μέρους τῆς δυνάμεως τὴν μὲν ἄκραν ἐκπολιορκήσας ὑποσπόνδους ἀφῆκε τοὺς παρὰ Κασάνδρου στρατιώτας, τοῖς δὲ Φεραίοις τὴν ἐλευθερίαν ἀποκατέστησεν.
だが、デメトリオスは、フェライの人々が彼を呼び寄せたので、軍勢の一部を率いてその都市に突入し、城砦を包囲攻略して、カサンドロスから派遣されていた兵士たちを条約に基づいて釈放し、フェライの人々には自由を回復させた。