§20.111.1ἐν τούτοις δʼ ὄντων τῶν περὶ Θεσσαλίαν ἧκον πρὸς τὸν Δημήτριον οἱ πεμφθέντες ὑπʼ Ἀντιγόνου, διασαφοῦντες τὰς παρὰ τοῦ πατρὸς ἐντολὰς καὶ παρακελευόμενοι τὴν ταχίστην διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Ἀσίαν.
While the affairs in Thessaly were in this state, those sent by Antigonus came to Demetrius, making clear the commands from his father and urging him to transport his forces to Asia as quickly as possible.
§20.111.2διόπερ ἀναγκαῖον ἡγησάμενος ὑπάρχειν ὁ βασιλεὺς τὸ πείθεσθαι τῷ πατρί, πρὸς μὲν Κάσανδρον διαλύσεις ἐποιήσατο, συνθέμενος εἶναι κυρίας τὰς συνθήκας, ἐὰν ὦσιν εὐάρεστοι τῷ πατρί, ἀκριβῶς μὲν εἰδὼς οὐ προσδεξόμενον αὐτὸν διὰ τὸ κεκρικέναι πάντως διὰ τῶν ὅπλων ἐπιθεῖναι τέλος τῷ συμβάντι πολέμῳ, βουλόμενος δὲ τὴν ἐκ τῆς Ἑλλάδος ἀποχώρησιν εὐσχήμονα ποιήσασθαι καὶ μὴ φυγῇ παραπλησίαν· ἐγέγραπτο γὰρ ἐν ταῖς συνθήκαις πρὸς τοῖς ἄλλοις καὶ τὸ τὰς Ἑλληνίδας πόλεις ἐλευθέρας ὑπάρχειν, οὐ τὰς κατὰ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὰς κατὰ τὴν Ἀσίαν.
Therefore, the king, deeming it necessary to obey his father, made a truce with Cassander, agreeing that the treaty should be valid if it was pleasing to his father, knowing full well that his father would not accept it because he had decided by all means to bring an end to the ongoing war by force of arms, but wishing to make his departure from Greece honorable and not resembling a flight; for there had been written in the treaty, among other things, that the Greek cities should be free, not only those in Greece but also those in Asia.
§20.111.3μετὰ δὲ ταῦθʼ ὁ Δημήτριος παρασκευασάμενος πόρια πρὸς τὴν παρακομιδὴν τῶν τε στρατιωτῶν καὶ τῆς ἀποσκευῆς ἀνήχθη παντὶ τῷ στόλῳ καὶ κομισθεὶς διὰ νήσων κατέπλευσεν εἰς Ἔφεσον.
After this, Demetrius, having prepared vessels for the transport of both the soldiers and the baggage, set sail with his entire fleet, and, traveling through the islands, put in at Ephesus.
ἐκβιβάσας δὲ τὴν δύναμιν καὶ στρατοπεδεύσας πλησίον τῶν τειχῶν ἠνάγκασε τὴν πόλιν εἰς τὴν προϋπάρχουσαν ἀποκαταστῆναι τάξιν καὶ τὴν μὲν ὑπὸ Πρεπελάου τοῦ Λυσιμάχου στρατηγοῦ παρεισαχθεῖσαν φρουρὰν ἀφῆκεν ὑπόσπονδον, ἰδίαν δὲ φυλακὴν εἰς τὴν ἄκραν καταστήσας παρῆλθεν εἰς Ἑλλήσποντον.
Having disembarked his force and encamped near the walls, he forced the city to return to its pre-existing order, and released under truce the garrison that had been introduced by Prepelaus, the general of Lysimachus; then, having established a guard of his own in the citadel, he proceeded to the Hellespont.
καὶ Λαμψακηνοὺς μὲν καὶ Παριανούς, ἔτι δὲ τῶν ἄλλων τῶν μεταβεβλημένων πόλεών τινας ἀνεκτήσατο, ἐπὶ δὲ τὸ στόμα τοῦ Πόντου παραγενόμενος πρὸς τῷ Καλχηδονίων ἱερῷ στρατοπεδείαν περιεβάλετο καὶ τοὺς φυλάξοντας τὸν τόπον ἀπέλιπε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ναῦς δὲ μακρὰς τριάκοντα· τὴν δʼ ἄλλην δύναμιν διελόμενος κατὰ πόλεις διέδωκεν εἰς χειμασίαν.
And he recovered the Lampsacenes and the Parians, and also some of the other cities that had defected, and arriving at the mouth of the Pontus, he threw up an entrenchment near the temple of the Chalcedonians and left behind three thousand foot-soldiers and thirty warships to guard the place; but the rest of his force he divided and distributed among the cities for winter quarters.
§20.111.4περὶ δὲ τούτους τοὺς χρόνους καὶ Μιθριδάτης, ὑπήκοος ὢν Ἀντιγόνῳ και δόξας ἀφίστασθαι πρὸς τοὺς περὶ Κάσανδρον, ἀνῃρέθη περὶ Κίον τῆς Μυσίας, ἄρξας αὐτῆς καὶ Ἀρρίνης ἔτη τριάκοντα καὶ πέντε· τὴν δὲ δυναστείαν διαδεξάμενος Μιθριδάτης πολλοὺς προσεκτήσατο, τῆς δὲ Καππαδοκίας καὶ Παφλαγονίας ἦρξεν ἔτη τριάκοντα ἕξ.
About this time, Mithridates also, who was a subject of Antigonus and was suspected of revolting to Cassander's side, was put to death near Cius in Mysia, having ruled over it and Arrhene for thirty-five years; and Mithridates, having succeeded to the dynasty, acquired many additional territories and ruled over Cappadocia and Paphlagonia for thirty-six years.