§20.112.1ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Κάσανδρος μετὰ τὴν ἀπαλλαγὴν τὴν Δημητρίου τὰς μὲν κατὰ τὴν Θετταλίαν πόλεις ἀνεκτήσατο, Πλείσταρχον δὲ μετὰ δυνάμεως ἐξέπεμψεν εἰς τὴν Ἀσίαν βοηθήσοντα τοῖς περὶ Λυσίμαχον.
同じ時期に、カサンドロスはデメトリオスが去った後、テッサリアの諸都市を取り戻し、リシマコスの一行を援護するためにプレイスタルコスを軍勢とともにアジアへ派遣した。
οἱ δὲ συναποσταλέντες ἦσαν πεζοὶ μὲν μύριοι δισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι.
共に派遣されたのは、歩兵1万2千、騎兵500であった。
§20.112.2ὁ δὲ Πλείσταρχος ἐπειδὴ παραγενόμενος ἐπὶ τὸ στόμα τοῦ Πόντου κατέλαβε τοὺς τόπους προκατεχομένους ὑπὸ τῶν πολεμίων, ἀπογνοὺς τὴν διάβασιν παρῆλθεν εἰς Ὀδησσόν, ἣ κεῖται μεταξὺ μὲν τῆς τε Ἀπολλωνίας καὶ Καλλαντίας, κατʼ ἀντικρὺ δὲ τῆς ἐν τῷ πέραν Ἡρακλείας, ἐχούσης τι μέρος τῆς Λυσιμάχου δυνάμεως.
プレイスタルコスはポントスの入り口に到着した際、その場所がすでに敵によって占拠されているのを知り、渡海を断念してオデッソスへと進んだ。 そこはアポロニアとカランティスの間に位置し、対岸にあってリシマコスの軍勢の一部を擁しているヘラクレアの向かいにあった。
§20.112.3οὐκ ἔχων δʼ ἱκανὰ πόρια πρὸς τὴν τῶν στρατιωτῶν διάβασιν τριχῇ διεμέρισε τὴν δύναμιν.
しかし、兵士たちを渡海させるための十分な船がなかったため、彼は軍勢を3つに分割した。
τὴν μὲν οὖν πρώτην ἀποστολὴν συνέβη διασωθῆναι πρὸς τὴν Ἡράκλειαν, τὴν δὲ δευτέραν ὑπὸ τῶν περὶ τὸ στόμα τοῦ Πόντου φυλακίδων νεῶν ἁλῶναι.
そこで、最初の派遣部隊は首尾よくヘラクレアへと無事到着したが、第二の部隊はポントスの入り口付近の警備船によって拿捕された。
κατὰ τὴν τρίτην δὲ αὐτοῦ συνδιαβαίνοντος τοῦ Πλειστάρχου χειμὼν ἐπεγενήθη τηλικοῦτος ὥστε τὰ πλεῖστα τῶν σκαφῶν καὶ τῶν σωμάτων διαφθαρῆναι·
そして第三の部隊が渡海する際、プレイスタルコス自身も共に渡航していたが、非常に激しい嵐が発生したため、大半の船と人命が失われた。
§20.112.4καὶ γὰρ ἡ κομίζουσα ναῦς ἑξήρης τὸν στρατηγὸν συνεκλύσθη καὶ τῶν ἐν αὐτῇ πλεόντων οὐκ ἐλαττόνων ἢ πεντακοσίων τρεῖς πρὸς τοῖς τριάκοντα μόνον διεσώθησαν.
というのも、将軍を乗せていた6段櫂船が難破し、その船に乗っていた500人を下らない人々のうち、わずか33人だけが生還したからである。
ἐν δὲ τούτοις ἦν καὶ ὁ Πλείσταρχος, ναυαγίου μὲν ἐπειλημμένος, εἰς δὲ τὴν γῆν ἡμιθανὴς ἐκβεβρασμένος.
この生存者の中にはプレイスタルコスも含まれており、彼は難破船の破片にしがみつき、瀕死の状態で陸に打ち上げられていた。
οὗτος μὲν οὖν ἀποκομισθεὶς εἰς Ἡράκλειαν καὶ προσαναλαβὼν ἐκ τῆς ἀτυχίας τὸ σῶμα πρὸς Λυσίμαχον εἰς τὴν χειμασίαν ἀνέζευξε, ἀποβεβληκὼς τὸ πλεῖον τῆς δυνάμεως.
そこで彼はヘラクレアへと運ばれ、この不運から体を回復させると、軍勢の大部分を失った状態で、冬営を行っているリシマコスのもとへと出発した。