§20.111.1ἐν τούτοις δʼ ὄντων τῶν περὶ Θεσσαλίαν ἧκον πρὸς τὸν Δημήτριον οἱ πεμφθέντες ὑπʼ Ἀντιγόνου, διασαφοῦντες τὰς παρὰ τοῦ πατρὸς ἐντολὰς καὶ παρακελευόμενοι τὴν ταχίστην διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Ἀσίαν.
正当色萨利的局势处于这种状态时,安蒂戈诺斯派出的使者来到了德米特里这里,传达了他父亲的命令,并敦促他尽快将军队渡海送往亚洲。
§20.111.2διόπερ ἀναγκαῖον ἡγησάμενος ὑπάρχειν ὁ βασιλεὺς τὸ πείθεσθαι τῷ πατρί, πρὸς μὲν Κάσανδρον διαλύσεις ἐποιήσατο, συνθέμενος εἶναι κυρίας τὰς συνθήκας, ἐὰν ὦσιν εὐάρεστοι τῷ πατρί, ἀκριβῶς μὲν εἰδὼς οὐ προσδεξόμενον αὐτὸν διὰ τὸ κεκρικέναι πάντως διὰ τῶν ὅπλων ἐπιθεῖναι τέλος τῷ συμβάντι πολέμῳ, βουλόμενος δὲ τὴν ἐκ τῆς Ἑλλάδος ἀποχώρησιν εὐσχήμονα ποιήσασθαι καὶ μὴ φυγῇ παραπλησίαν·
因此,国王认为服从父亲是必不可少的,便与卡桑德达成了和解,同意如果父亲满意,该协定便具有效力。 虽然德米特里深知父亲决不会接受这一条约,因为父亲已经决定无论如何都要通过武力为这场发生的战争画上句号,但他仍希望使自己从希腊的撤退显得体面,而不像是一种逃亡。
ἐγέγραπτο γὰρ ἐν ταῖς συνθήκαις πρὸς τοῖς ἄλλοις καὶ τὸ τὰς Ἑλληνίδας πόλεις ἐλευθέρας ὑπάρχειν, οὐ τὰς κατὰ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὰς κατὰ τὴν Ἀσίαν.
因为协定中除了其他条款外,还写明了希腊各城市应当享有自由,不仅是希腊本土的城市,也包括亚洲的城市。
§20.111.3μετὰ δὲ ταῦθʼ ὁ Δημήτριος παρασκευασάμενος πόρια πρὸς τὴν παρακομιδὴν τῶν τε στρατιωτῶν καὶ τῆς ἀποσκευῆς ἀνήχθη παντὶ τῷ στόλῳ καὶ κομισθεὶς διὰ νήσων κατέπλευσεν εἰς Ἔφεσον.
此后,德米特里准备了用于运输士兵和行李的船只,率领全部舰队出航,途经群岛,在埃非索斯降帆入港。
ἐκβιβάσας δὲ τὴν δύναμιν καὶ στρατοπεδεύσας πλησίον τῶν τειχῶν ἠνάγκασε τὴν πόλιν εἰς τὴν προϋπάρχουσαν ἀποκαταστῆναι τάξιν καὶ τὴν μὲν ὑπὸ Πρεπελάου τοῦ Λυσιμάχου στρατηγοῦ παρεισαχθεῖσαν φρουρὰν ἀφῆκεν ὑπόσπονδον, ἰδίαν δὲ φυλακὴν εἰς τὴν ἄκραν καταστήσας παρῆλθεν εἰς Ἑλλήσποντον.
他让军队登陆并在城墙附近驻扎,强令该城恢复到原先的体制,并根据协定释放了由赖西马科斯的将军普雷佩劳斯引入的守军;接着,他在城堡中部署了自己的守卫,随后前往赫勒斯滂。
καὶ Λαμψακηνοὺς μὲν καὶ Παριανούς, ἔτι δὲ τῶν ἄλλων τῶν μεταβεβλημένων πόλεών τινας ἀνεκτήσατο, ἐπὶ δὲ τὸ στόμα τοῦ Πόντου παραγενόμενος πρὸς τῷ Καλχηδονίων ἱερῷ στρατοπεδείαν περιεβάλετο καὶ τοὺς φυλάξοντας τὸν τόπον ἀπέλιπε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ναῦς δὲ μακρὰς τριάκοντα· τὴν δʼ ἄλλην δύναμιν διελόμενος κατὰ πόλεις διέδωκεν εἰς χειμασίαν.
他收复了兰普萨科斯人、帕里乌斯人以及其他一些倒戈的城市,在抵达蓬托斯海口时,他在迦克墩人的神庙旁筑起营垒,并留下了三千步兵和三十艘长船来防守该地;至于其余的军队,他进行分割并分派到各城市进行冬营。
§20.111.4περὶ δὲ τούτους τοὺς χρόνους καὶ Μιθριδάτης, ὑπήκοος ὢν Ἀντιγόνῳ και δόξας ἀφίστασθαι πρὸς τοὺς περὶ Κάσανδρον, ἀνῃρέθη περὶ Κίον τῆς Μυσίας, ἄρξας αὐτῆς καὶ Ἀρρίνης ἔτη τριάκοντα καὶ πέντε· τὴν δὲ δυναστείαν διαδεξάμενος Μιθριδάτης πολλοὺς προσεκτήσατο, τῆς δὲ Καππαδοκίας καὶ Παφλαγονίας ἦρξεν ἔτη τριάκοντα ἕξ.
在此期间,曾臣属于安蒂戈诺斯、因被认为企图倒向卡桑德一方而被杀害的米特里达梯,在密细亚的基奥斯附近遇害,他曾统治该地和阿里内达三十五年之久;而继承了该统治权的米特里达梯则拓展了许多新领土,并统治了卡帕多西亚和帕夫拉戈尼亚达三十六年。