§20.11.1ὁ δʼ Ἀγαθοκλῆς κατασκεψάμενος τὰς τῶν βαρβάρων τάξεις τὸ μὲν δεξιὸν κέρας ἔδωκεν Ἀρχαγάθῳ τῷ υἱῷ, παραδοὺς αὐτῷ πεζοὺς δισχιλίους καὶ πεντακοσίους, ἑξῆς δʼ ἔταξε τοὺς Συρακοσίους, ὄντας τρισχιλίους πεντακοσίους, εἶτα μισθοφόρους Ἕλληνας τρισχιλίους, τελευταίους δὲ Σαμνίτας καὶ Τυρρηνοὺς καὶ Κελτοὺς τρισχιλίους.
他方、アガトクレスは異民族の布陣を偵察したのち、右翼を息子のアルカガトスに与え、彼に二千五百人の歩兵を委ねた。 その隣には、三千五百人のシラクサ人を配置し、次いでギリシア人傭兵三千人を、そして最後にサムニウム人とティレニア人とケルト人三千人を配置した。
μετὰ δὲ τῆς θεραπείας αὐτὸς τοῦ ἡμίσους κέρατος προηγωνίζετο, χιλίοις ὁπλίταις πρὸς τὸν ἱερὸν λόχον τῶν Καρχηδονίων ἀντιτεταγμένος·
彼自身は、護衛とともに、もう一方の翼の先頭に立って戦うべく、千人の重装歩兵とともにカルタゴ人の神聖隊に対峙して配置された。
τοὺς δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους ὄντας ἐπὶ τὰ κέρατα διεῖλεν.
そして、五百人の弓兵と投石兵を両翼に分散して配置した。
§20.11.2ὅπλα μὲν οὖν οἱ στρατιῶται μόγις εἶχον ἱκανά·
兵士たちは十分な武器をかろうじて持っている状態であった。
τοὺς δʼ ἐκ τῶν ἀφράκτων ὁρῶν ἀνόπλους ὄντας τὰ τῶν ἀσπίδων ἔλυτρα ῥάβδοις διέτεινε καὶ τῇ φαντασίᾳ τὸν τῆς ἀσπίδος κύκλον μιμησάμενος ἀνέδωκεν αὐτοῖς πρὸς μὲν τὴν χρείαν οὐδαμῶς ἐπιτήδεια, πρὸς δὲ τὴν πόρρωθεν ὁρωμένην ὄψιν δυνάμενα δόξαν ὅπλων ἐμποιῆσαι τοῖς ἀγνοοῦσι τἀληθές.
しかし、甲板のない船の者たちが武器を持っていないのを見て、アガトクレスは盾の覆いを棒で引き伸ばし、その外見において盾の円形を模して彼らに配った。 これは、実用には全く適していなかったが、遠くから見られる外観としては、真実を知らない者たちに武装しているという印象を与えることができた。
§20.11.3ὁρῶν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τὸ πλῇθος τῆς βαρβαρικῆς ἵππου καὶ δυνάμεως ἀφῆκεν εἰς τὸ στρατόπεδον κατὰ πλείονας τόπους γλαῦκας, ἃς ἐκ χρόνου παρεσκεύαστο πρὸς τὰς ἀθυμίας τῶν πολλῶν·
また、兵士たちが異民族の騎兵と軍勢の多さに恐怖しているのを見て、彼は大衆の落胆に備えて以前から用意していたフクロウを、陣営内のあちこちの場所に放った。
§20.11.4αὗται δὲ διὰ τῆς φάλαγγος πετόμεναι καὶ προσκαθίζουσαι ταῖς ἀσπίσι καὶ τοῖς κράνεσιν εὐθαρσεῖς ἐποίουν τοὺς στρατιώτας, ἑκάστων οἰωνιζομένων διὰ τὸ δοκεῖν ἱερὸν εἶναι τὸ ζῷον τῆς Ἀθηνᾶς.
これらの鳥は方陣の間を飛び交い、盾や兜の上にとまることで、兵士たちを勇気づけた。 誰もが、その動物がアテナの聖獣であると思われることから、吉兆であると解釈したからである。
§20.11.5ταῦτα δέ, καίπερ ἄν τισι δόξαντα κενὴν ἔχειν ἐπίνοιαν, πολλάκις αἴτια γίνεται μεγάλων προτερημάτων.
このようなことは、ある人々には中身のない計略であると思われるかもしれないが、しばしば大きな勝利の原因となる。
ὃ καὶ τότε συνέβη γενέσθαι·
それこそが、当時も起こったことであった。
ἐμπεσόντος γὰρ εἰς τὰ πλήθη θάρσους καὶ διαδοθέντων λόγων ὡς τὸ θεῖον αὐτοῖς φανερῶς προσημαίνει νίκην, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν.
というのも、兵士たちの間に勇気が湧き起こり、神が自分たちに勝利を明白に予示しているという噂が広まったため、彼らはより揺るぎない覚悟で危険に立ち向かったからである。