§20.1.1τοῖς εἰς τὰς ἱστορίας ὑπερμήκεις δημηγορίας παρεμβάλλουσιν ἢ πυκναῖς χρωμένοις ῥητορείαις δικαίως ἄν τις ἐπιτιμήσειεν·
歴史の中に非常に長い演説を挿入したり、頻繁に弁論を用いたりする人々を、誰しも当然非難するであろう。
οὐ μόνον γὰρ τὸ συνεχὲς τῆς διηγήσεως διὰ τὴν ἀκαιρίαν τῶν ἐπεισαγομένων λόγων διασπῶσιν, ἀλλὰ καὶ τῶν φιλοτίμως ἐχόντων πρὸς τὴν τῶν πράξεων ἐπίγνωσιν μεσολαβοῦσι τὴν ἐπιθυμίαν.
なぜなら彼らは、挿入される演説の不適切さによって叙述の連続性を分断するだけでなく、出来事を知ることに熱心な人々の意欲をも途中で挫いてしまうからである。
§20.1.2καίτοι γε τοὺς ἐπιδείκνυσθαι βουλομένους λόγου δύναμιν ἔξεστι κατʼ ἰδίαν δημηγορίας καὶ πρεσβευτικοὺς λόγους, ἔτι δὲ ἐγκώμια καὶ ψόγους καὶ τἄλλα τὰ τοιαῦτα συντάττεσθαι·
もっとも、言論の力を誇示したいと望む人々が、民会演説や使節の演説、さらには賛辞や糾弾、その他これに類するものを個別に著作することは可能である。
τῇ γὰρ οἰκονομίᾳ τῶν λόγων χρησάμενοι καὶ τὰς ὑποθέσεις χωρὶς ἑκατέρας ἐξεργασάμενοι κατὰ λόγον ἂν ἐν ἀμφοτέραις ταῖς πραγματείαις εὐδοκιμοῖεν.
なぜなら、言論の適切な構成を用い、それぞれの主題を別個に仕上げるならば、彼らは当然、両方の営みにおいて名声を博すことができるであろうからである。
§20.1.3νῦν δʼ ἔνιοι πλεονάσαντες ἐν τοῖς ῥητορικοῖς λόγοις προσθήκην ἐποιήσαντο τὴν ὅλην ἱστορίαν τῆς δημηγορίας.
しかし実際には、一部の者たちは修辞的な言論において度を越し、歴史全体を演説の付け足しにしてしまった。
λυπεῖ δʼ οὐ μόνον τὸ κακῶς γραφέν, ἀλλὰ καὶ τὸ δοκοῦν ἐν τοῖς ἄλλοις ἐπιτετεῦχθαι τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως διημαρτηκός.
拙劣に書かれたものだけでなく、他の点においてはうまく書かれていると思われるものであっても、適切な場所と時期の秩序から外れてしまっているものは不快感を与える。
§20.1.4διὸ καὶ τῶν ἀναγινωσκόντων τὰς τοιαύτας πραγματείας οἱ μὲν ὑπερβαίνουσι τὰς ῥητορείας, κἂν ὅλως ἐπιτετεῦχθαι δόξωσιν, οἱ δὲ διὰ τὸ μῆκος καὶ τὴν ἀκαιρίαν τοῦ συγγραφέως ἐκλυθέντες τὰς ψυχὰς τὸ παράπαν ἀφίστανται τῆς ἀναγνώσεως, οὐκ ἀλόγως τοῦτο πάσχοντες·
それゆえにまた、そのような著作を読む人々のうち、ある人々はその修辞的な演説を、たとえそれらが全体として極めて見事に仕上げられていると思われようとも読み飛ばし、他の人々は著者の冗長さと時宜の得なさによって心を疲れさせ、読書を完全にやめてしまう。 彼らがこのようになるのも、もっともなことである。
§20.1.5τὸ γὰρ τῆς ἱστορίας γένος ἁπλοῦν ἐστι καὶ συμφυὲς αὑτῷ καὶ τὸ σύνολον ἐμψύχῳ σώματι παραπλήσιον, οὗ τὸ μὲν ἐσπαραγμένον ἐστέρηται τῆς ψυχικῆς χάριτος, τὸ δὲ τὴν ἀναγκαίαν σύνθεσιν ἔχον εὐκαίρως τετήρηται καὶ τῷ συμφυεῖ τῆς ὅλης περιγραφῆς ἐπιτερπῆ καὶ σαφῆ παρίστησι τὴν ἀνάγνωσιν.
というのも、歴史というジャンルは一様であり、それ自体と有機的に一体化しており、全体として生命のある身体に類似しているからである。 その身体の引き裂かれた部分は生命の美しさを奪われるが、必要な結合を保っている部分は適切な状態に維持され、全体の輪郭の有機的なつながりによって、読書を快適で明瞭なものにするのである。