Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.1.1-20.1.5

批判在历史叙事中穿插长篇演说

第 189 段,共 301 段 · 希腊语

内容简介

作者批评在历史著作中穿插过长且不合时宜的演说与修辞,并指出历史体裁应当像活生生的身体一样保持有机的统一。

§20.1.1τοῖς εἰς τὰς ἱστορίας ὑπερμήκεις δημηγορίας παρεμβάλλουσιν ἢ πυκναῖς χρωμένοις ῥητορείαις δικαίως ἄν τις ἐπιτιμήσειεν· οὐ μόνον γὰρ τὸ συνεχὲς τῆς διηγήσεως διὰ τὴν ἀκαιρίαν τῶν ἐπεισαγομένων λόγων διασπῶσιν, ἀλλὰ καὶ τῶν φιλοτίμως ἐχόντων πρὸς τὴν τῶν πράξεων ἐπίγνωσιν μεσολαβοῦσι τὴν ἐπιθυμίαν.
人们大可有理由去指责那些在历史著作中穿插极长演说或频繁诉诸修辞论辩的人;因为他们不仅由于所引入言论的不合时宜而割裂了叙述的连续性,而且还打断了那些热切渴望了解事迹之人的向往。
§20.1.2καίτοι γε τοὺς ἐπιδείκνυσθαι βουλομένους λόγου δύναμιν ἔξεστι κατʼ ἰδίαν δημηγορίας καὶ πρεσβευτικοὺς λόγους, ἔτι δὲ ἐγκώμια καὶ ψόγους καὶ τἄλλα τὰ τοιαῦτα συντάττεσθαι· τῇ γὰρ οἰκονομίᾳ τῶν λόγων χρησάμενοι καὶ τὰς ὑποθέσεις χωρὶς ἑκατέρας ἐξεργασάμενοι κατὰ λόγον ἂν ἐν ἀμφοτέραις ταῖς πραγματείαις εὐδοκιμοῖεν.
然而,对于那些希望展示言辞力量的人来说,他们完全可以单独撰写公众演说、使节陈词,以及颂词、谴责和其他类似的作品;因为只要运用合理的言辞规划,将两种主题分开来处理,他们自然可以在这两项事业中都获得美名。
§20.1.3νῦν δʼ ἔνιοι πλεονάσαντες ἐν τοῖς ῥητορικοῖς λόγοις προσθήκην ἐποιήσαντο τὴν ὅλην ἱστορίαν τῆς δημηγορίας.
但如今,有些人过度沉溺于修辞性言论,竟把整部历史变成了演说的附庸。
λυπεῖ δʼ οὐ μόνον τὸ κακῶς γραφέν, ἀλλὰ καὶ τὸ δοκοῦν ἐν τοῖς ἄλλοις ἐπιτετεῦχθαι τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως διημαρτηκός.
令人不快的不仅是那些写得糟糕的部分,即便是那些在其他方面看似成功的部分,如果脱离了适当的时间与空间秩序,同样会让人感到难受。
§20.1.4διὸ καὶ τῶν ἀναγινωσκόντων τὰς τοιαύτας πραγματείας οἱ μὲν ὑπερβαίνουσι τὰς ῥητορείας, κἂν ὅλως ἐπιτετεῦχθαι δόξωσιν, οἱ δὲ διὰ τὸ μῆκος καὶ τὴν ἀκαιρίαν τοῦ συγγραφέως ἐκλυθέντες τὰς ψυχὰς τὸ παράπαν ἀφίστανται τῆς ἀναγνώσεως, οὐκ ἀλόγως τοῦτο πάσχοντες·
因此,在阅读此类著作的人中,有些人会直接跳过修辞演说的部分,即使这些演说整体上看起来写得极佳;而另一些人则因作者的冗长和不合时宜而心生倦怠,索性完全放弃了阅读,他们会产生这种感受也是理所当然的。
§20.1.5τὸ γὰρ τῆς ἱστορίας γένος ἁπλοῦν ἐστι καὶ συμφυὲς αὑτῷ καὶ τὸ σύνολον ἐμψύχῳ σώματι παραπλήσιον, οὗ τὸ μὲν ἐσπαραγμένον ἐστέρηται τῆς ψυχικῆς χάριτος, τὸ δὲ τὴν ἀναγκαίαν σύνθεσιν ἔχον εὐκαίρως τετήρηται καὶ τῷ συμφυεῖ τῆς ὅλης περιγραφῆς ἐπιτερπῆ καὶ σαφῆ παρίστησι τὴν ἀνάγνωσιν.
因为历史这一体裁本身是单纯的,且自身有机统一,整体上类似于一个活生生的身体:其被撕裂的部分会失去生命的美感,而保持了必要结合的部分则能维持在合宜的状态,并凭借整个轮廓的有机联系,使阅读变得令人愉悦且清晰易懂。

词汇与语法注释

  1. 20.1.1τοῖς ... παρεμβάλλουσιν ἢ ... χρωμένοις — 这是由带有 ἄν 的希求法动词 ἐπιτιμήσειεν(意为“指责、非难”)所支配的与格宾语。
  2. 20.1.2ἔξεστι — 无人称动词,意为“是可以/允许的”,此处支配一个对格不定式结构,其中 τοὺς ... βουλομένους 为对格主语,συντάττεσθαι 为不定式。
  3. 20.1.3προσθήκην ἐποιήσαντο τὴν ὅλην ἱστορίαν τῆς δημηγορίας — 类似于双宾格(双对格)的结构,其中 τὴν ὅλην ἱστορίαν(“整部历史”)为直接宾语,προσθήκην(“附庸/附随物”)为宾语补足语(宾格述语)。属格 τῆς δημηγορίας 修饰 προσθήκην,表示“演说的附庸”。
  4. 20.1.3τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως ... διημαρτηκός — 完成时活性分词中性主格 διημαρτηκός(意为“偏离、外离”)修饰前文的 τὸ δοкоῦν(“看似……者”)。该分词支配由动词 διαμαρτάνω 所要求的、表示分离或脱离对象的属格(τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως,意为“适当的空间与时间秩序”)。
  5. 20.1.4ἐκλυθέντες τὰς ψυχὰς — 被动语态分词 ἐκλυθέντες(意为“使虚弱、使倦怠”)与表示方面或部位的对格(即关系对格) τὰς ψυχὰς(意为“在心灵上”)相结合,意为“精神上疲惫不堪”。
  6. 20.1.5οὗ τὸ μὲν ἐσπαραγμένον ... τὸ δὲ ... ἔχον ... παρίστησι — 属格关系代词 οὗ(先行词为前文的 ἐμψύχῳ σώματι,“活生生的身体”)置于句首,其下展开 μὲν ... δέ ... 的对比结构。前半句的 τὸ μὲν ἐσπαραγμένον(“被撕裂的部分”)与后半句的 τὸ δὲ ... ἔχον(“保持结合的部分”)形成对比,后者作为主句动词 παρίστησι 的主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.1.1-20.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.1.1-20.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。