§20.2.1οὐ μὴν παντελῶς γε τοὺς ῥητορικοὺς λόγους ἀποδοκιμάζοντες ἐκβάλλομεν ἐκ τῆς ἱστορικῆς πραγματείας τὸ παράπαν·
しかしながら、我々は修辞的な演説を完全に不合格として、歴史の著作から全く排除してしまうわけではない。
ὀφειλούσης γὰρ τῆς ἱστορίας τῇ ποικιλίᾳ κεκοσμῆσθαι κατʼ ἐνίους τόπους ἀνάγκη προσλαμβάνεσθαι καὶ τοὺς τοιούτους λόγους — καὶ ταύτης τῆς εὐκαιρίας οὐδʼ ἂν ἐμαυτὸν ἀποστερῆσαι βουληθείην — ὥσθʼ ὅταν τὰ τῆς περιστάσεως ἀπαιτῇ πρεσβευτοῦ ἢ συμβούλου δημηγορίαν ἢ τῶν ἄλλων τι τοιοῦτον, ὁ μὴ τεθαρρηκότως συγκαταβαίνων πρὸς τοὺς ἐν τοῖς λόγοις ἀγῶνας καὶ αὐτὸς ὑπαίτιος ἂν εἴη.
というのも、歴史はある箇所においては多様性によって飾られるべきであるため、そのような演説も取り入れられる必要があり、――そしてこの表現の機会から私自身をも排除したいとは望まないだろうが、――したがって、状況が使節や相談役の演説、あるいはその他のそのようなものを要求するとき、言論の戦いへ大胆に身を投じようとしない者は、彼自身も非難されるべきであろうからである。
§20.2.2οὐκ ὀλίγας γὰρ ἄν τις αἰτίας εὕροι, καθʼ ἃς κατὰ πολλὰ ἀναγκαίως παραληφθήσεται τὰ τῆς ῥητορείας·
というのも、修辞学の要素が多くの点で必然的に採用されることになる理由を、人は少なからず見出すことができるからである。
ἢ γὰρ πολλῶν εἰρημένων εὐστόχως καὶ καλῶς οὐ παραλειπτέον διʼ ὀλιγωρίαν τὰ μνήμης ἄξια καὶ τῇ ἱστορίᾳ κεκραμένην ἔχοντα τὴν ὠφέλειαν, ἢ μεγάλων καὶ λαμπρῶν τῶν ὑποθέσεων οὐσῶν οὐ περιορατέον ἐλάττονα τῶν ἔργων φανῆναι τὸν λόγον· ἔστι δʼ ὅτε παρὰ προσδοκίαν τοῦ τέλους ἐκβάντος ἀναγκασθησόμεθα τοῖς οἰκείοις τῆς ὑποθέσεως λόγοις χρήσασθαι χάριν τοῦ λῦσαι τὴν ἀλογίαν.
すなわち、多くのことが的確かつ見事に語られた場合、記憶に値し、かつ歴史に混ざり合って有益さをもたらすものを、怠慢によって見過ごしてはならないからであり、あるいは、主題が偉大で輝かしいものである場合、言論が事績に比して劣って見えるのを看過してはならないからであり、また時には、結末が予想に反して現れたとき、その不条理を解消するために、その主題にふさわしい言論を用いるよう我々が余儀なくされるからである。
§20.2.3ἀλλὰ περὶ μὲν τούτων ἅλις ἡμῖν ἐχέτω, περὶ δὲ τῶν ὑποκειμένων πράξεων ῥητέον, παραθέντας πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
しかし、これらのことについてはこれで十分とし、記述に適した年代をあらかじめ提示した上で、当面の主題である事績について述べることにしよう。
ἐν μὲν οὖν ταῖς προηγουμέναις βύβλοις ἀναγεγράφαμεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων τὰς πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἕως ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους στρατείας εἰς τὴν Λιβύην, εἰς ἣν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται τρισὶ πλείω τῶν ὀκτακοσίων ὀγδοήκοντα·
さて、これまでの諸巻においては、最も古い時代から、アガトクレスのリビュア遠征の前年に至るまでの、ギリシア人と異民族の事績を記録してきた。 この遠征までは、トロイア陥落から八百八十三年が数え上げられる。
ἐν ταύτῃ δὲ τὸ συνεχὲς προστιθέντες τῆς ἱστορίας ἀρξόμεθα μὲν ἀπὸ τῆς εἰς Λιβύην διαβάσεως Ἀγαθοκλέους, καταλήξομεν δʼ εἰς τὸν ἐνιαυτὸν καθʼ ὃν οἱ βασιλεῖς συμφρονήσαντες κοινῇ διαπολεμεῖν ἤρξαντο πρὸς Ἀντίγονον τὸν Φιλίππου, περιλαβόντες ἔτη ἐννέα.
そして本巻においては、歴史の連続性を付け加えつつ、アガトクレスのリビュアへの渡海から始め、諸王が合意してフィリッポスの子アンティゴノスに対して共同で戦争を始めた年に終わるものとし、九年間を包摂する。