§19.85.1τῆς δὲ μάχης τοιοῦτο τὸ τέλος λαβούσης Δημήτριος μὲν διέτεινεν εἰς Ἄζωτον περὶ μέσας νύκτας, διελθὼν σταδίους ἑβδομήκοντα καὶ διακοσίους.
戦いがこのような結末を迎えると、デメトリオスは真夜中頃に、二百七十スタディオンの距離を進んで、アゾトスへと一気に到達した。
ἐντεῦθεν δὲ κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἐξέπεμψεν, σπεύδων ἐκ παντὸς τρόπου τῆς ἐπιβαλλούσης κηδείας ἀξιῶσαι τοὺς τετελευτηκότας·
そこから彼は死者の回収のために使者を派遣した。 どのような方法を使ってでも、亡くなった者たちにふさわしい埋葬を施そうと努めたからである。
§19.85.2ἐτύγχανον γὰρ οἱ πλεῖστοι τῶν φίλων πεπτωκότες, ὧν ἦσαν ἐπιφανέστατοι Πίθων τε ὁ μετέχων τῆς στρατηγίας ἐπʼ ἴσης αὐτῷ καὶ Βοιωτὸς πολὺν χρόνον συνεζηκὼς Ἀντιγόνῳ τῷ πατρὶ καὶ μετεσχηκὼς παντὸς ἀπορρήτου·
実際、彼の友人の大部分が戦死していたのである。 その中で最も高名なのは、彼と同等に将軍職を分かち合っていたピトンと、彼の父アンティゴノスと長年寝食を共にし、あらゆる機密を共有していたボイオトスであった。
§19.85.3κατὰ δὲ τὴν παράταξιν ἔπεσον μὲν πλείους τῶν πεντακοσίων, ὧν ἦσαν οἱ πλείους ἱππεῖς τῶν ἐπιφανῶν ἀνδρῶν, ἑάλωσαν δʼ ὑπὲρ ὀκτακισχιλίους.
戦列において五百人以上が倒れ、その大部分は著名な人々の中の騎兵であった。 また、八千人以上が捕虜となった。
οἱ δὲ περὶ Πτολεμαῖον καὶ Σέλευκον δόντες τὴν ἀναίρεσιν τῶν νεκρῶν τήν τε ἁλοῦσαν βασιλικὴν ἀποσκευὴν καὶ τῶν αἰχμαλώτων τοὺς περὶ τὴν αὐλὴν εἰωθότας διατρίβειν χωρὶς λύτρων ἀπέστειλαν πρὸς Δημήτριον·
一方、プトレマイオスとセレウコスの配下たちは、死者の回収を許可し、捕獲された王の荷物と、捕虜のうち宮廷で過ごすことに慣れていた者たちを、身代金なしでデメトリオスのもとへ送り返した。
οὐ γὰρ περὶ τούτων ἔφασαν διαφέρεσθαι πρὸς Ἀντίγονον, ἀλλʼ ὅτι τοῦ πολέμου γενομένου κοινοῦ πρότερον μὲν πρὸς Περδίκκαν, ὕστερον δὲ πρὸς Εὐμενῆ τὰ μέρη τῆς δορικτήτου χώρας οὐκ ἀποδοίη τοῖς φίλοις καὶ συνθέμενος φιλίαν πρὸς αὐτὸν τοὐναντίον ἀφέλοιτο τὴν σατραπείαν τῆς Βαβυλωνίας Σελεύκου παρὰ πάντα τὰ δίκαια.
というのも、彼らはアンティゴノスとこれらのことについて争っているのではない、と主張したからである。 むしろ、以前はペルディッカスに対して、後にはエウメネスに対して、共同で戦争が行われたにもかかわらず、槍で獲得された土地の分配分を友人たちに返還せず、また彼と友好関係を結んだにもかかわらず、逆に、あらゆる正義に反してセレウコスからバビロニアのサトラペイアを奪い取ったことが原因であるとした。
§19.85.4ὁ δὲ Πτολεμαῖος τοὺς μὲν ἁλόντας στρατιώτας ἀποστείλας εἰς Αἴγυπτον προσέταξεν ἐπὶ τὰς νομαρχίας διελεῖν, αὐτὸς δὲ θάψας τῶν ἰδίων τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας ἅπαντας μεγαλοπρεπῶς μετὰ τῆς δυνάμεως ἐπῄει τῶν κατὰ Φοινίκην πόλεων τὰς μὲν πολιορκῶν, §19.85.5τὰς δὲ πειθοῖ προσαγόμενος.
プトレマイオスは、捕らえられた兵士たちをエジプトに送り、各地の行政区に分配するよう命じた。 彼自身は、自軍の戦死者全員を盛大に埋葬したのち、軍勢を率いてポイニケの都市へと進撃し、あるものは包囲し、またあるものは説得によって味方に引き入れた。
Δημήτριος δὲ δύναμιν οὐκ ἔχων ἀξιόχρεων πρὸς μὲν τὸν πατέρα βυβλιαφόρον ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τὴν ταχίστην·
一方、デメトリオスは十分な軍勢を持っていなかったため、父のもとに書状を携えた使者を送り、大至急援助するよう求めた。
αὐτὸς δὲ παρελθὼν εἰς Τρίπολιν τῆς Φοινίκης μετεπέμπετό τε τοὺς ἐκ Κιλικίας στρατιώτας καὶ τῶν ἄλλων ὅσοι παρεφύλαττον ἢ πόλεις ἢ φρούρια μακρὰν ἀφεστῶτα τῶν πολεμίων.
自身はポイニケのトリポリスへと移動し、キリキアからの兵士たちや、敵から遠く離れた都市や砦を守備していた他の者たちを召集した。