Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.84.1-19.84.8

デメトリオスの象部隊の壊滅とガザの陥落

161 / 301 箇所 · ギリシア語

要旨

プトレマイオス陣営の仕掛けた杭によってデメトリオスの象部隊は無効化され、象のすべてが捕獲される。敗色濃厚となったデメトリオスは退却し、ガザの門で生じた混乱に乗じてプトレマイオスが街を占領する。

§19.84.1ἐπὶ πολὺν δὲ χρόνον τῆς ἱππομαχίας οὔσης ἐφαμίλλου τὰ θηρία διὰ τῶν Ἰνδῶν εἰς τὸν ἀγῶνα παρορμηθέντα μέχρι μέν τινος προῆγεν καταπληκτικῶς, ὡς οὐδενὸς ὑποστησομένου·
騎兵戦が長い時間伯仲している間、インド人たちによって戦闘へと駆り立てられた猛獣たちは、ある時点までは、誰も立ち向かう者はいないかのように、恐るべき勢いで進撃した。
ὡς δʼ ἐπὶ τὸν σεσιδηρωμένον χάρακα κατήντησε, τὸ μὲν πλῆθος τῶν ἀκοντιστῶν καὶ τοξοτῶν συνεχῶς βαλλόντων κατετίτρωσκε τὰ σώματα τῶν ἐλεφάντων καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας·
しかし、鉄で補強された杭のところに到達すると、絶えず飛び道具を放ち続ける多数の槍投げ兵や弓兵が、象たちの体とその上に乗っている者たちを負傷させた。
§19.84.2βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει θόρυβον.
インド人たちが猛獣たちを力ずくで操り、鞭打ったものの、それらの一部は巧みに作られた杭に突き刺さり、また傷を負わせる者たちの絶え間ない打撃によってひどい痛みに襲われ、大混乱を引き起こした。
§19.84.3τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα.
というのも、この種の動物は、平坦で柔らかい場所においては、正面からの突撃に対して抵抗しがたい強さを発揮するが、険しく進みにくい場所においては、足の柔らかさのために、その勇猛さは完全に無用なものとなるからである。
§19.84.4διὸ καὶ τότε τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον ἐκ τοῦ χάρακος τῆς πήξεως ἄπρακτον ἐποίει τὴν βίαν αὐτῶν.
それゆえこの時も、プトレマイオスの配下たちが未来を賢明に見越していたことにより、杭の設置によって彼らの猛威は無効化された。
τέλος δὲ τῶν πλείστων Ἰνδῶν κατακοντισθέντων ὑποχειρίους συνέβη γενέσθαι πάντας τοὺς ἐλέφαντας.
そしてついに、大部分のインド人たちが槍で突き殺されたことで、すべての象が手中に落ちることになった。
§19.84.5οὗ τελεσθέντος οἱ πολλοὶ τῶν περὶ τὸν Δημήτριον ἱππέων καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν·
これが起こると、デメトリオス配下の大部分の騎兵は恐れをなして逃走し始めた。
αὐτὸς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεόμενος ἑκάστου στῆναι καὶ μὴ καταλιπεῖν αὐτόν, ὡς οὐδεὶς προσεἶχε, συναποχωρεῖν ἠναγκάζετο.
彼自身はわずかな者たちと取り残され、各人に踏みとどまり、自分を見捨てないよう懇願したが、誰も注意を払わなかったため、共に退却することを余儀なくされた。
§19.84.6μέχρι μὲν οὖν Γάζης οἱ πολλοὶ τῶν ἱππέων συνακολουθοῦντες ὑπήκουον καὶ κατέστησαν εἰς τάξεις, ὥστε μηδένα ῥᾳδίως τολμᾶν προσάγειν τῶν εἰκῇ διωκόντων·
こうしてガザに至るまで、大部分の騎兵は同行して命令に従い、陣形を整えたので、無秩序に追撃してくる者たちの誰も、容易に近づこうとはしなかった。
τὸ γὰρ πεδίον εὐρύχωρον ὂν καὶ μαλακὸν συνήργει τοῖς βουλομένοις ἐν τάξει ποιεῖσθαι τὴν ἀποχώρησιν.
平野が広大で平坦であったことが、秩序正しく退却を行おうとする者たちを助けたからである。
§19.84.7συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς.
また、歩兵のうち、陣形を離れて武器を持たずに身軽になってわが身を救おうと望んだ者たちも同行していた。
παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς.
日没の頃に彼がガザを通り過ぎる際、騎兵の一部は隊列を離れて、自分たちの荷物を運び出そうとして街へと入っていった。
§19.84.8ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δʼ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα.
そこで門が開けられ、荷獣の群れが集まり、さらにめいめいが真っ先に荷物を運び出そうと急いだため、門の周辺で非常に大きな混乱が引き起こされ、追撃してくるプトレマイオスの配下たちが到着する前に、誰も門を閉めることができなかった。
διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους ἡ πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολεμαῖον.
それゆえ、敵が城壁の内側に乱入し、街はプトレマイオスの配下の手中に落ちたのである。

語釈・文法注

  1. 19.84.1ὡς οὐδενὸς ὑποστησομένου — 接続詞 ὡς を伴った未来分詞の独立属格(οὐδενὸς ὑποστησομένου)であり、主観的な想定や確信を表す(「誰も抵抗しないであろうと考えて」)。
  2. 19.84.4τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον — 独立属格で原因・理由を表す。文の主動詞 ἐποίει の意味上の主語は、この独立属格が表す「プトレマイオスの人々が事前に見抜いていたこと(および杭の設置)」と解される。
  3. 19.84.8μηδένα δύνασθαι φθάσαι συγκλείσαντα — 不定詞 φθάνω は、付帯状況を表す現在分詞やアオリスト分詞(ここでは一致する対格分詞 συγκλείσαντα)を伴って「〜するより先に〜する」「先手を打って〜する」という特有の構文を形成する。ここでは否定辞 μηδένα に係り、「誰も(敵が来るより)先んじて門を閉めることができなかった」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.84.1-19.84.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.84.1-19.84.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。