§19.85.1τῆς δὲ μάχης τοιοῦτο τὸ τέλος λαβούσης Δημήτριος μὲν διέτεινεν εἰς Ἄζωτον περὶ μέσας νύκτας, διελθὼν σταδίους ἑβδομήκοντα καὶ διακοσίους.
战斗以此种结局告终,德米特里在午夜时分走完二百七十斯塔迪翁,急行军抵达阿佐托斯。
ἐντεῦθεν δὲ κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἐξέπεμψεν, σπεύδων ἐκ παντὸς τρόπου τῆς ἐπιβαλλούσης κηδείας ἀξιῶσαι τοὺς τετελευτηκότας·
他从那里派出一名使者去收回死者尸体,极力争取让死者获得应有的葬礼。
§19.85.2ἐτύγχανον γὰρ οἱ πλεῖστοι τῶν φίλων πεπτωκότες, ὧν ἦσαν ἐπιφανέστατοι Πίθων τε ὁ μετέχων τῆς στρατηγίας ἐπʼ ἴσης αὐτῷ καὶ Βοιωτὸς πολὺν χρόνον συνεζηκὼς Ἀντιγόνῳ τῷ πατρὶ καὶ μετεσχηκὼς παντὸς ἀπορρήτου·
事实上,他的大部分友人已经战死,其中最显赫的是与他平分将领职权的皮松,以及长期与他的父亲安提柯共同生活并共享一切机密的波奥图斯。
§19.85.3κατὰ δὲ τὴν παράταξιν ἔπεσον μὲν πλείους τῶν πεντακοσίων, ὧν ἦσαν οἱ πλείους ἱππεῖς τῶν ἐπιφανῶν ἀνδρῶν, ἑάλωσαν δʼ ὑπὲρ ὀκτακισχιλίους.
在战线中,有五百多人阵亡,其中大多数是显贵之人中的骑兵,而有八千多人被俘。
οἱ δὲ περὶ Πτολεμαῖον καὶ Σέλευκον δόντες τὴν ἀναίρεσιν τῶν νεκρῶν τήν τε ἁλοῦσαν βασιλικὴν ἀποσκευὴν καὶ τῶν αἰχμαλώτων τοὺς περὶ τὴν αὐλὴν εἰωθότας διατρίβειν χωρὶς λύτρων ἀπέστειλαν πρὸς Δημήτριον· οὐ γὰρ περὶ τούτων ἔφασαν διαφέρεσθαι πρὸς Ἀντίγονον, ἀλλʼ ὅτι τοῦ πολέμου γενομένου κοινοῦ πρότερον μὲν πρὸς Περδίκκαν, ὕστερον δὲ πρὸς Εὐμενῆ τὰ μέρη τῆς δορικτήτου χώρας οὐκ ἀποδοίη τοῖς φίλοις καὶ συνθέμενος φιλίαν πρὸς αὐτὸν τοὐναντίον ἀφέλοιτο τὴν σατραπείαν τῆς Βαβυλωνίας Σελεύκου παρὰ πάντα τὰ δίκαια.
普托莱迈乌斯和塞琉古在准许收回死者的同时,将缴获的国王行李以及俘虏中习惯于在朝廷活动的人无偿送还给德米特里;因为他们声称自己并不是为了这些事情与安提柯发生争执,而是因为在先前针对佩尔迪卡斯、其后针对尤梅内斯的共同战争发生后,安提柯没有将用长枪夺得的土地的份额归还给友人们,并且在与塞琉古缔结友谊后,反而违背一切正义夺走了塞琉古的巴比伦尼亚行省。
§19.85.4ὁ δὲ Πτολεμαῖος τοὺς μὲν ἁλόντας στρατιώτας ἀποστείλας εἰς Αἴγυπτον προσέταξεν ἐπὶ τὰς νομαρχίας διελεῖν, αὐτὸς δὲ θάψας τῶν ἰδίων τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας ἅπαντας μεγαλοπρεπῶς μετὰ τῆς δυνάμεως ἐπῄει τῶν κατὰ Φοινίκην πόλεων τὰς μὲν πολιορκῶν, §19.85.5τὰς δὲ πειθοῖ προσαγόμενος.
普托莱迈乌斯将俘获的士兵送往埃及,命令将他们分配到各个行政区(诺姆);而他自己则带领军队,在隆重埋葬了所有在战斗中牺牲的己方人员后,向腓尼基的城市进军,包围了其中的一些城市,并通过说服拉拢了另一些城市。
Δημήτριος δὲ δύναμιν οὐκ ἔχων ἀξιόχρεων πρὸς μὲν τὸν πατέρα βυβλιαφόρον ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τὴν ταχίστην· αὐτὸς δὲ παρελθὼν εἰς Τρίπολιν τῆς Φοινίκης μετεπέμπετό τε τοὺς ἐκ Κιλικίας στρατιώτας καὶ τῶν ἄλλων ὅσοι παρεφύλαττον ἢ πόλεις ἢ φρούρια μακρὰν ἀφεστῶτα τῶν πολεμίων.
而德米特里由于没有足够的兵力,向他的父亲派出了一名携信使者,请求他尽快予以援助;他自己则前往腓尼基的的黎波里,召集了来自基利基亚的士兵,以及其他所有驻守在远离敌人的城市或堡垒中的人员。