Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.79.1-19.79.7

キュレネの反乱鎮圧とプトレマイオスのキプロス親征

156 / 301 箇所 · ギリシア語

要旨

プトレマイオスは将軍アギスを派遣してキュレネの反乱を鎮圧し、自らはキプロスを制圧して反抗的な王たちを処刑・逮捕した後に、上シリアやキリキアを襲撃して兵士たちに戦利品を分け与え、その忠誠を確保した。

§19.79.1τῆς δʼ αὐτῆς θερίας Κυρηναῖοι μὲν ἀποστάντες Πτολεμαίου τὴν ἄκραν περιεστρατοπέδευσαν, ὡς αὐτίκα μάλα τὴν φρουρὰν ἐκβαλοῦντες, παραγενομένων δὲ πρεσβευτῶν ἐκ τῆς Ἀλεξανδρείας καὶ παρακαλούντων παύσασθαι τῆς φιλοτιμίας τούτους μὲν ἀπέκτειναν, τὴν δʼ ἄκραν ἐνεργέστερον ἐπολιόρκουν.
同じ夏の間に、キュレネ人たちはプトレマイオスから離反してアクロポリスを包囲し、すぐにでも守備隊を追い出そうとした。 しかし、アレクサンドリアから使節たちが到着し、反乱をやめるよう勧告したものの彼らはこの使節たちを殺害し、アクロポリスをさらに激しく包囲攻撃した。
§19.79.2ἐφʼ οἷς παροξυνθεὶς ὁ Πτολεμαῖος ἀπέστειλεν Ἄγιν στρατηγὸν μετὰ δυνάμεως πεζῆς, ἐξέπεμψε δὲ καὶ στόλον τὸν συλληψόμενον τοῦ πολέμου, ναύαρχον ἐπιστήσας Ἐπαινετόν.
これに激怒したプトレマイオスは、歩兵部隊を率いた将軍アギスを派遣し、さらに戦争を援助するための艦隊も送り出し、エパイネトスを海軍指揮官に任命した。
§19.79.3ὁ δὲ Ἄγις ἐνεργῶς διαπολεμήσας τοῖς ἀφεστηκόσιν ἐκυρίευσε κατὰ κράτος τῆς πόλεως καὶ τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως δήσας ἀπέστειλεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ τῶν ἄλλων τὰ ὅπλα παρελόμενος καὶ τὰ κατὰ τὴν πόλιν διοικήσας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.
アギスは離反者たちと精力的に戦い抜いて、力ずくで都市を占領した。 そして反乱の責任者たちを縛ってアレクサンドリアへ送り、他の者たちからは武器を剥奪し、市内の諸事を自分にとって有益と思われるように処理した後に、エジプトへ帰還した。
§19.79.4Πτολεμαῖος δέ, τῶν περὶ Κυρήνην αὐτῷ κατὰ νοῦν ἀπηντηκότων, διῆρεν ἐκ τῆς Αἰγύπτου μετὰ δυνάμεως εἰς τὴν Κύπρον ἐπὶ τοὺς ἀπειθοῦντας τῶν βασιλέων.
一方プトレマイオスは、キュレネの一件が自分の思い通りに解決したため、従おうとしない王たちに対抗して、軍勢とともにエジプトからキプロスへと出航した。
Πυγμαλίωνα δὲ εὑρὼν διαπρεσβευόμενον πρὸς Ἀντίγονον ἀνεῖλε, Πράξιππον δὲ τὸν τῆς Λαπιθίας βασιλέα καὶ τὸν τῆς Κερυνίας δυνάστην ὑποπτεύσας ἀλλοτρίως ἔχειν συνέλαβε Στασιοίκου τοῦ Μαλιέως·
そして、ピグマリオンがアンティゴノスへ使節を送って交渉しているのを見つけて彼を殺害し、ラピティアの王プラクシッポスとキレニアの支配者が敵意を抱いていると疑って、マリウスのスタシオイコスとともに彼らを逮捕した。
καὶ τὴν μὲν πόλιν κατέσκαψε, §19.79.5τοὺς δʼ ἐνοικοῦντας μετήγαγεν εἰς Πάφον.
そしてその都市を破壊し、住民たちをパフォスへと移住させた。
ταῦτα δὲ διαπραξάμενος τῆς μὲν Κύπρου κατέστησε στρατηγὸν Νικοκρέοντα, παραδοὺς τάς τε πόλεις καὶ τὰς προσόδους τῶν ἐκπεπτωκότων βασιλέων,
これらのことを成し遂げると、彼はニコクレオンをキプロスの将軍に任命し、追放された王たちの都市と収入を彼に引き渡した。
§19.79.6αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας ἐπὶ Συρίας τῆς ἄνω καλουμένης Ποσείδιον καὶ Ποταμοὺς Καρῶν ἐκπολιορκήσας. διήρπασεν.
彼自身は軍勢とともに、上シリアと呼ばれる地域に向けて船出し、ポセイディオンと「カリア人の川」を包囲攻撃によって占領し、略奪した。
ἑτοίμως δὲ πλεύσας ἐπὶ Κιλικίας Μάλον εἷλε καὶ τοὺς ἐγκαταληφθέντας ἐλαφυροπώλησεν.
さらに迅速にキリキアへと航行してマロスを占領し、そこに取り残されていた者たちを戦利品として売却した。
ἐπόρθησε δὲ καὶ τὴν ἐγγὺς χώραν καὶ τὸ στρατόπεδον ὠφελείας ἐμπλήσας ἀπέπλευσεν εἰς τὴν Κύπρον.
近隣の地方も略奪し、軍隊を戦利品で満たして、キプロスへと帰帆した。
§19.79.7ἐπολιτεύετο δὲ πρὸς τοὺς στρατιώτας, οὕτως ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τοὺς ἐπιφερομένους κινδύνους.
彼は兵士たちに対して寛大に接し、そのようにして、彼らに降りかかる危険に対する彼らの熱意を引き出した。

語釈・文法注

  1. 19.79.2τὸν συλληψόμενον τοῦ πολέμου — 未来分詞 συλληψόμενον は「〜するための」と目的を表す。中動相の συλλαμβάνομαι は属格 τοῦ πολέμου を支配して「戦争を援助する」「戦争に参加する」という意味になる。
  2. 19.79.4συνέλαβε Στασιοίκου τοῦ Μαλιέως — 動詞 συλλαμβάνω(逮捕する)は通常対格を支配するが、ここでは固有名詞が属格 Στασιοίκου τοῦ Μαλιέως になっている。これは部分属格的な表現であるか、写本上での対格(Στασίοικον τὸν Μαλιέα)の誤記である可能性が高いが、意味上はマリウス(マリオム)の王スタシオイコスの逮捕を指している。
  3. 19.79.7ἐπολιτεύετο — 動詞 πολιτεύομαι は本来「政治を行う」「市民として振る舞う」の意だが、ここでは前置詞句 πρὸς τοὺς στρατιώτας(兵士たちに対して)を伴い、彼らの支持を得るために「親切かつ寛大に接した」「巧みに遇した」という意味で使われている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.79.1-19.79.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.79.1-19.79.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。