§19.78.1ἅμα δὲ τούτοις πραττομένοις Κορκυραῖοι μὲν βοηθήσαντες Ἀπολλωνιάταις καὶ τοῖς Ἐπιδαμνίοις τοὺς μὲν στρατιώτας Κασάνδρου ὑποσπόνδους ἀφῆκαν, τῶν δὲ πόλεων Ἀπολλωνίαν μὲν ἠλευθέρωσαν, Ἐπίδαμνον δὲ Γλαυκίᾳ τῷ τῶν Ἰλλυριῶν βασιλεῖ παρέδωκαν.
これらが実行されているのと同時に、コルキュラ人たちはアポロニア人たちとエピダムノス人たちを救援して、カサンドロスの兵士たちを協定のもとに無傷で立ち去らせ、それらの都市のうちアポロニアは解放し、エピダムノスはイリュリア人の王グラウキアスに引き渡した。
§19.78.2ὁ δʼ Ἀντιγόνου στρατηγὸς Πτολεμαῖος χωρισθέντος εἰς Μακεδονίαν Κασάνδρου καταπληξάμενος τοὺς φρουροῦντας τὴν Χαλκίδα παρέλαβε τὴν πόλιν καὶ τοὺς Χαλκιδεῖς ἀφῆκεν ἀφρουρήτους, ὥστε γενέσθαι φανερὸν ὡς πρὸς ἀλήθειαν Ἀντίγονος ἐλευθεροῦν προῄρηται τοὺς Ἕλληνας·
他方、アンティゴノスの将軍プトレマイオスは、カサンドロスがマケドニアへ去った後に、カルキスを守備していた者たちを威圧してその都市を接収し、カルキス人たちを守備隊のいない状態にして解放した。 その結果、アンティゴノスが真にギリシア人たちを解放することを意図していることが明らかになった。
ἐπίκαιρος γὰρ ἡ πόλις ἐστὶ τοῖς βουλομένοις ἔχειν ὁρμητήριον πρὸς τὸ διαπολεμεῖν περὶ τῶν ὅλων.
というのも、この都市は、全体の支配権をめぐって戦い抜くための拠点を持ちたいと望む人々にとって、要衝だからである。
§19.78.3ὁ δʼ οὖν Πτολεμαῖος ἐκπολιορκήσας Ὠρωπὸν παρέδωκε τοῖς Βοιωτοῖς καὶ τοὺς Κασάνδρου στρατιώτας ὑποχειρίους ἔλαβε.
ともかくプトレマイオスはオロポスを包囲攻撃して陥落させ、それをボイオティア人たちに引き渡し、カサンドロスの兵士たちを捕虜にした。
μετὰ δὲ ταῦτα Ἐρετριεῖς καὶ Καρυστίους εἰς τὴν συμμαχίαν προσλαβόμενος ἐστράτευσεν εἰς τὴν Ἀττικήν, Δημητρίου τοῦ Φαληρέως ἐπιστατοῦντος τῆς πόλεως.
その後にエレトリア人たちとカリュストス人たちを同盟に引き入れて、ファレロンのデメトリオスが都市を統治していたアッティカへと遠征した。
§19.78.4οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον λάθρᾳ διεπέμποντο πρὸς Ἀντίγονον, ἀξιοῦντες ἐλευθερῶσαι τὴν πόλιν·
アテナイ人たちは、最初は秘密裏にアンティゴノスのもとへ使者を送り、自らの都市を解放するよう求めていた。
τότε δὲ τοῦ Πτολεμαίου παραγενηθέντος πλησίον τῆς πόλεως θαρρήσαντες ἠνάγκασαν τὸν Δημήτριον ἀνοχὰς ποιήσασθαι καὶ πρεσβείας ἀποστέλλειν πρὸς Ἀντίγονον περὶ συμμαχίας.
しかし、このときプトレマイオスが都市の近くに到着したため、彼らは勇気を得て、デメトリオスに休戦を結ばせ、同盟に関してアンティゴノスのもとへ使節を派遣することを強いた。
§19.78.5ὁ δὲ Πτολεμαῖος ἀναζεύξας ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν τήν τε Καδμείαν εἷλε καὶ τὴν φρουρὰν ἐκβαλὼν ἠλευθέρωσε τὰς Θήβας.
プトレマイオスはアッティカからボイオティアへと出発し、カドメイアを占領して守備隊を追い出し、テーバイを解放した。
μετὰ δὲ ταῦτα πορευθεὶς εἰς τὴν Φωκίδα καὶ τὰς μὲν πλείους τῶν πόλεων προσαγόμενος ἐξέβαλε πανταχόθεν τὰς Κασάνδρου φρουράς·
その後フォキスへと進み、大半の都市を味方に引き入れる一方で、いたるところからカサンドロスの守備隊を追い出した。
ἐπῆλθε δὲ καὶ τὴν Λοκρίδα καὶ τῶν Ὀπουντίων τὰ Κασάνδρου φρονούντων συνεστήσατο πολιορκίαν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο.
彼はロクリスにも侵入し、カサンドロスを支持するオプウス人たちの包囲戦を開始して、絶え間ない攻撃を加えた。