§19.79.1τῆς δʼ αὐτῆς θερίας Κυρηναῖοι μὲν ἀποστάντες Πτολεμαίου τὴν ἄκραν περιεστρατοπέδευσαν, ὡς αὐτίκα μάλα τὴν φρουρὰν ἐκβαλοῦντες, παραγενομένων δὲ πρεσβευτῶν ἐκ τῆς Ἀλεξανδρείας καὶ παρακαλούντων παύσασθαι τῆς φιλοτιμίας τούτους μὲν ἀπέκτειναν, τὴν δʼ ἄκραν ἐνεργέστερον ἐπολιόρκουν.
During the same summer, the Cyrenaeans, having revolted from Ptolemy, besieged the citadel, intending to expel the garrison immediately; and although envoys arrived from Alexandria urging them to cease their rebellion, they put these to death and besieged the citadel even more vigorously.
§19.79.2ἐφʼ οἷς παροξυνθεὶς ὁ Πτολεμαῖος ἀπέστειλεν Ἄγιν στρατηγὸν μετὰ δυνάμεως πεζῆς, ἐξέπεμψε δὲ καὶ στόλον τὸν συλληψόμενον τοῦ πολέμου, ναύαρχον ἐπιστήσας Ἐπαινετόν.
Angered at these things, Ptolemy sent Agis as general with a land force, and also dispatched a fleet to assist in the war, appointing Epaenetus as admiral.
§19.79.3ὁ δὲ Ἄγις ἐνεργῶς διαπολεμήσας τοῖς ἀφεστηκόσιν ἐκυρίευσε κατὰ κράτος τῆς πόλεως καὶ τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως δήσας ἀπέστειλεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ τῶν ἄλλων τὰ ὅπλα παρελόμενος καὶ τὰ κατὰ τὴν πόλιν διοικήσας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.
Agis, having vigorously carried through the war against the rebels, took the city by storm; and having bound the authors of the revolt, he sent them to Alexandria, and having disarmed the others and settled the affairs of the city in such a manner as seemed advantageous to him, he returned to Egypt.
§19.79.4Πτολεμαῖος δέ, τῶν περὶ Κυρήνην αὐτῷ κατὰ νοῦν ἀπηντηκότων, διῆρεν ἐκ τῆς Αἰγύπτου μετὰ δυνάμεως εἰς τὴν Κύπρον ἐπὶ τοὺς ἀπειθοῦντας τῶν βασιλέων.
But Ptolemy, since affairs in Cyrene had turned out according to his mind, set sail from Egypt with a force to Cyprus against those of the kings who were disobedient.
Πυγμαλίωνα δὲ εὑρὼν διαπρεσβευόμενον πρὸς Ἀντίγονον ἀνεῖλε, Πράξιππον δὲ τὸν τῆς Λαπιθίας βασιλέα καὶ τὸν τῆς Κερυνίας δυνάστην ὑποπτεύσας ἀλλοτρίως ἔχειν συνέλαβε Στασιοίκου τοῦ Μαλιέως· καὶ τὴν μὲν πόλιν κατέσκαψε, §19.79.5τοὺς δʼ ἐνοικοῦντας μετήγαγεν εἰς Πάφον.
Having found Pygmalion negotiating by envoys with Antigonus, he put him to death; and having suspected Praxippus, the king of Lapithia, and the ruler of Cerynia, of being hostilely disposed, he arrested them along with Stasioicus of Marium; and he razed the city, and removed the inhabitants to Paphos.
ταῦτα δὲ διαπραξάμενος τῆς μὲν Κύπρου κατέστησε στρατηγὸν Νικοκρέοντα, παραδοὺς τάς τε πόλεις καὶ τὰς προσόδους τῶν ἐκπεπτωκότων βασιλέων, §19.79.6αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας ἐπὶ Συρίας τῆς ἄνω καλουμένης Ποσείδιον καὶ Ποταμοὺς Καρῶν ἐκπολιορκήσας. διήρπασεν.
Having accomplished these things, he appointed Nicocreon as general of Cyprus, delivering to him both the cities and the revenues of the deposed kings, while he himself, having sailed with his force toward what is called Upper Syria, took Poseidium and Rivers of the Carians by siege and plundered them.
ἑτοίμως δὲ πλεύσας ἐπὶ Κιλικίας Μάλον εἷλε καὶ τοὺς ἐγκαταληφθέντας ἐλαφυροπώλησεν.
Then sailing promptly to Cilicia, he took Mallus and sold those captured there as booty.
ἐπόρθησε δὲ καὶ τὴν ἐγγὺς χώραν καὶ τὸ στρατόπεδον ὠφελείας ἐμπλήσας ἀπέπλευσεν εἰς τὴν Κύπρον.
He also ravaged the neighboring territory, and having filled his army with spoils, he sailed back to Cyprus.
§19.79.7ἐπολιτεύετο δὲ πρὸς τοὺς στρατιώτας, οὕτως ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τοὺς ἐπιφερομένους κινδύνους.
He treated his soldiers with conciliation, thus calling forth their enthusiasm for the dangers that lay ahead.