§19.80.1Δημήτριος δὲ ὁ Ἀντιγόνου διέτριβεν ἀεὶ περὶ Κοίλην Συρίαν, ἐφεδρεύων ταῖς τῶν Αἰγυπτίων δυνάμεσιν.
アンティゴノスの子デメトリオスは、常にコイレ・シリア付近に滞在し、エジプト軍の動向をうかがっていた。
ὡς δʼ ἤκουσε τὰς τῶν πόλεων ἁλώσεις Πίθωνα μὲν ἐπὶ τῶν τόπων κατέλιπε στρατηγόν, δοὺς αὐτῷ τοὺς ἐλέφαντας καὶ τὰ βαρέα τῶν ταγμάτων, αὐτὸς δʼ ἀναλαβὼν τούς τε ἱππεῖς καὶ τὰ ψιλικὰ τάγματα προῆγεν ἐπὶ Κιλικίας συντόμως, βοηθήσων τοῖς κινδυνεύουσιν.
しかし、諸都市の陥落を聞くと、ピトンを現地に残して将軍とし、彼に象と重装部隊を委ね、彼自身は騎兵と軽装部隊を率いて、危険に直面している者たちを救援するために、キリキアに向けて急速に進軍した。
§19.80.2ὑστερήσας δὲ τῶν καιρῶν καὶ καταλαβὼν ἀποπεπλευκότας τοὺς πολεμίους ἐπανῆλθε συντόμως ἐπὶ τὸ στρατόπεδον, ἀποβεβληκὼς τῶν ἵππων τοὺς πλείους κατὰ τὴν ὁδοιπορίαν·
しかし時期に遅れ、敵がすでに出航してしまったのを知ると、彼は急速に陣営へと帰還した。 その行軍の間に、彼は馬の大半を失っていた。
διέτεινε γὰρ ἓξ ἡμέραις ἀπὸ Μάλου σταθμοὺς εἴκοσι καὶ τέσσαρας, ὥστε διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθίας μήτε σκευοφόρον ἀκολουθῆσαι μηδένα μήτε τοὺς ἱπποκόμους.
なぜなら、彼はマロスから6日間で24宿駅の距離を強行軍したため、過度の疲弊によって、輜重隊も馬丁も誰も付いていくことができなかったからである。
§19.80.3ὁ δὲ Πτολεμαῖος, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων ἀπηντηκότων, τότε μὲν ἀπῆρεν εἰς Αἴγυπτον, μετʼ ὀλίγον δὲ χρόνον παροξυνόμενος ὑπὸ Σελεύκου διὰ τὴν πρὸς Ἀντίγονον ἀλλοτριότητα διέγνω στρατεύειν ἐπὶ Κοίλην Συρίαν καὶ παρατάττεσθαι τοῖς περὶ τὸν Δημήτριον.
一方プトレマイオスは、事態が自分の思い通りに運んだため、その時はエジプトへと引き揚げたが、少しの時間の後、アンティゴノスへの敵意のためにセレウコスから促されて、コイレ・シリアへ遠征し、デメトリオスの一派と決戦を行うことを決意した。
§19.80.4συναγαγὼν οὖν πανταχόθεν τὰς δυνάμεις ἀνέζευξεν ἀπὸ Ἀλεξανδρείας εἰς Πηλούσιον, ἔχων πεζοὺς μὲν μυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ τετρακισχιλίους, ὧν ἦσαν οἱ μὲν Μακεδόνες, οἱ δὲ μισθοφόροι, Αἰγυπτίων δὲ πλῆθος, τὸ μὲν κομίζον βέλη καὶ τὴν ἄλλην παρασκευήν, τὸ δὲ καθωπλισμένον καὶ πρὸς μάχην χρήσιμον.
そこで、彼は至るところから軍勢を集め、アレクサンドリアからペルシオンに向けて出発した。 彼の軍勢は歩兵18,000、騎兵4,000であり、そのうちの、ある者はマケドニア兵、ある者は傭兵であり、さらに多数のエジプト人がおり、その一部は矢やその他の備品を運搬し、他の一部は武装して戦闘に役立つ者たちであった。
§19.80.5ἀπὸ δὲ Πηλουσίου διὰ τῆς ἐρήμου διελθὼν κατεστρατοπέδευσε πλησίον τῶν πολεμίων περὶ τὴν παλαιὰν Γάζαν τῆς Συρίας.
そしてペルシオンから砂漠を通過し、シリアの旧ガザ付近の、敵の近くに陣を張った。
ὁμοίως δὲ καὶ Δημήτριος μεταπεμψάμενος πανταχόθεν τοὺς ἐκ τῆς χειμασίας στρατιώτας εἰς τὴν παλαιὰν Γάζαν ὑπέμεινε τὴν τῶν ἐναντίων ἔφοδον.
同様にデメトリオスも、冬営地から至るところの兵士たちを旧ガザへと呼び寄せ、敵の襲撃を待ち構えた。