Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.76.1-19.76.5

サムニウム人の敗北とカンプニア人の帰順

153 / 301 箇所 · ギリシア語

要旨

サムニウム人がローマの同盟都市を襲撃するが、ローマ執政官に敗北する。カンプニア人はサムニウム人の敗北を知って離反を止め、責任者を引き渡してローマと和解する。

§19.76.1κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν μετὰ πολλῆς δυνάμεως ἐπῄεσαν πορθοῦντες τῶν κατʼ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο, οἱ δʼ ὕπατοι τῶν Ῥωμαίων μετὰ στρατοπέδου παραγενόμενοι παραβοηθεῖν ἐπειρῶντο τοῖς κινδυνεύουσιν τῶν συμμάχων.
イタリアにおいては、サムニウム人が大軍を率いて、イタリアの諸都市のうちで敵[=ローマ人]に協力して戦っていたものすべてを略奪しながら進軍したが、他方、ローマ人の執政官たちは軍隊とともに到着して、危険に瀕している同盟者たちを救援しようと試みた。
§19.76.2ἀντεστρατοπεδεύσαντο δὲ τοῖς πολεμίοις περὶ Κίνναν πόλιν καὶ ταύτην μὲν εὐθὺς ἐρύσαντο τῶν ἐπικειμένων φόβων, μετʼ ὀλίγας δʼ ἡμέρας ἐκταξάντων ἀμφοτέρων τὰς δυνάμεις ἐγένετο μάχη καρτερὰ καὶ συχνοὶ παρʼ ἀμφοτέροις ἔπεσον.
彼らはキンナという都市の近くで敵に対峙して陣を敷き、この(都市)を差し迫った恐怖からただちに救い出したが、数日後に双方が軍勢を整えると激しい戦闘が起こり、双方に多くの者が倒れた。
τὸ δὲ τέλος οἱ Ῥωμαῖοι βιασάμενοι κατὰ κράτος περιεγένοντο τῶν πολεμίων, ἐπὶ πολὺν δὲ χρόνον χρησάμενοι τῷ διωγμῷ πλείους τῶν μυρίων ἀνεῖλον.
最後にはローマ人が押し切って力づくで敵に打ち勝ち、長い時間にわたって追撃を行って一万人以上を討ち取った。
§19.76.3καὶ τῆς μάχης ἀγνοουμὲνης ἔτι Καμπανοὶ μὲν καταφρονήσαντες τῶν Ῥωμαίων ἀπέστησαν, ὁ δὲ δῆμος εὐθὺς δύναμίν τε τὴν ἱκανὴν ἐξέπεμψεν ἐπʼ αὐτοὺς καὶ στρατηγὸν αὐτοκράτορα Γάιον Μάνιον καὶ μετʼ αὐτοῦ κατὰ τὸ πάτριον ἔθος Μάνιον Φούλβιον ἵππαρχον.
そして、戦い(の結末)がまだ知られていなかったときに、カンプニア人たちはローマ人を軽んじて離反したが、他方、民衆はただちに十分な軍勢を彼らに向けて派遣し、また全権将軍としてガイウス・マニウスを、そして彼とともに、祖先の慣習に従ってマニウス・フルウィウスを騎兵長官として(派遣した)。
§19.76.4τούτων δὲ πλησίον τῆς Καπύης καταστρατοπεδευσάντων οἱ Καμπανοὶ τὸ μὲν πρῶτον ἐπεχείρουν ἀγωνίζεσθαι, μετὰ δὲ ταῦτα πυθόμενοι τὴν τῶν Σαμνιτῶν ἧτταν καὶ νομίσαντες πάσας τὰς δυνάμεις ἥξειν ἐπʼ αὐτοὺς διελύσαντο πρὸς Ῥωμαίους·
彼らがカプアの近くに陣を敷くと、カンプニア人は最初こそ戦おうと試みたが、その後サムニウム人の敗北を知り、すべての軍勢が自分たちに向かって来ると考えて、ローマ人と和解した。
§19.76.5τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν.
というのも、彼らはその動乱の責任者たちを引き渡したからであり、彼ら(責任者たち)は、裁判が設定されたとき、判決を待たずに自死した。
αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.
そして諸都市は寛恕を得て、以前から存在していた同盟関係に復帰した。

語釈・文法注

  1. §19.76.1τῶν κατʼ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο — 関係代名詞 `ὅσαι` の先行詞が省略されており、先行する部分属格 `τῶν κατʼ Ἰταλίαν πόλεων` が修飾されている。また、与格 `τοῖς ἐναντίοις`(敵対者たち)は文脈上サムニウム人の敵(=ローマ人)を指し、動詞 `συνηγωνίζοντο`(〜とともに戦う)の補語である。
  2. §19.76.3στρατηγὸν αὐτοκράτορα ... ἵππαρχον — ローマ特有の官職である「独裁官(dictator)」を `στρατηγὸς αὐτοκράτωρ`(全権将軍)、「騎兵長官(magister equitum)」を `ἵππαρχος`(騎兵長官)というギリシア語の官職名で翻訳して表現している。
  3. §19.76.5προτεθείσης κρίσεως — 属格絶対(genitive absolute)の構文であり、時を表す副詞節(「裁判が設定されたとき」)として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.76.1-19.76.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.76.1-19.76.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。