§19.68.1ἀπαλλαγέντος δὲ ἐκ τῆς Αἰτωλίας τοῦ Κασάνδρου συστραφέντες τῶν Αἰτωλῶν εἰς τρισχιλίους καὶ περιχαρακώσαντες Αγρίνιον ἐπολιόρκουν, τῶν δὲ κατοικούντων τὸ χωρίον ὁμολογίας ποιησαμένων ὥστε τὴν μὲν πόλιν παραδοῦναι, τῆς δʼ ἀσφαλείας τυχόντας αὐτοὺς ἀπαλλαγῆναι, οὗτοι μὲν πιστεύοντες ταῖς σπονδαῖς ἀπῄεσαν, οἱ δʼ Αἰτωλοὶ παραβάντες τὰς συνθήκας καὶ καταδιώξαντες τοὺς οὐδὲν ἐλπίζοντας πείσεσθαι δεινὸν πλὴν ὀλίγων πάντας ἀπέσφαξαν.
カッサンドロスがアイトリアから退去すると、アイトリア人のうちおよそ三千人が結集してアグリニオンを柵で囲んで包囲した。 その地の住民たちは、市を明け渡す代わりに、自分たちの安全の保障を得て退去するという条件で合意を結んだ。 彼らはこの条約を信じて去って行ったが、アイトリア人たちは協定を破り、何ら恐ろしい目に遭うとは予期していなかった人々を追跡して、少数の者を除き、全員を虐殺した。
§19.68.2ὁ δὲ Κάσανδρος παραγενόμενος εἰς Μακεδονίαν, καὶ πυθόμενος πολεμεῖσθαι τὰς ἐν Καρίᾳ πόλεις ὅσαι συνεμάχουν τοῖς περὶ Πτολεμαῖον καὶ Σέλευκον, ἐξέπεμψε δύναμιν εἰς τὴν Καρίαν, ἅμα μὲν βουλόμενος βοηθεῖν τοῖς συμμάχοις, ἅμα δὲ σπεύδων εἰς περισπασμοὺς ἐμβαλεῖν Ἀντίγονον, ἵνα μὴ σχολὴν ἔχῃ διαβαίνειν εἰς τὴν Εὐρώπην.
カッサンドロスはマケドニアに到着し、プトレマイオスやセレウコスの陣営と同盟していたカリアのすべての都市が攻撃を受けていると知ると、カリアへ軍勢を派遣した。 それは一方では同盟者を支援したいと望み、他方ではアンティゴノスを牽制に陥れることで、彼がヨーロッパへ渡る余裕を持てないようにすることを急いだためであった。
§19.68.3ἔγραψε δὲ καὶ πρὸς Δημήτριον τὸν Φαληρέα καὶ Διονύσιον τὸν φρουροῦντα τὴν Μουνυχίαν, προστάττων εἴκοσι ναῦς εἰς Λῆμνον ἐκπέμψαι.
彼はまた、ファレロンのデメトリオスと、ムニキアを守備していたディオニシオスに手紙を書き、レムノス島へ二十隻の船を派遣するよう命じた。
ἀποστειλάντων δʼ αὐτῶν εὐθὺς τὰ σκάφη καὶ ναύαρχον ἐπʼ αὐτῶν Ἀριστοτέλη οὗτος μὲν καταπλεύσας εἰς Λῆμνον καὶ μεταπεμψάμενος Σέλευκον μετὰ στόλου τοὺς Λημνίους ἔπειθεν ἀποστῆναι τῶν περὶ Ἀντίγονον·
彼らが直ちに船を送り出し、その指揮官としてアリストテレスを任命すると、彼はレムノスに船を寄せ、艦隊を率いるセレウコスを呼び寄せて、レムノス人たちにアンティゴノスの陣営から離反するよう説得を試みた。
οὐ προσεχόντων δʼ αὐτῶν τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν περιχαρακώσας ἐπολιόρκει.
しかし彼らが耳を貸さなかったので、土地を荒らし、町を柵で囲んで包囲した。
§19.68.4μετὰ δὲ ταῦτα Σέλευκος μὲν ἀπέπλευσεν εἰς Κῶν, Διοσκουρίδης δὲ κατασταθεὶς ναύαρχος ὑπʼ Ἀντιγόνου, πυθόμενος τὸν πλοῦν Σελεύκου, κατῆρεν εἰς Λῆμνον καὶ τὸν μὲν Ἀριστοτέλη ἐξέβαλεν ἐκ τῆς νήσου, τῶν δὲ νεῶν τὰς πλείους αὐτάνδρους εἷλε.
この後、セレウコスはコス島へと船出したが、アンティゴノスによって海軍将官に任命されていたディオスクリデスは、セレウコスの航海を知ると、レムノス島に上陸し、アリストテレスを島から追い払い、船の大半を乗組員ごと拿捕した。
§19.68.5Κάσανδρος δὲ καὶ Πρεπέλαος ἀφηγοῦντο μὲν τῆς ὑπὸ Κασάνδρου πεμφθείσης δυνάμεως εἰς τὴν Καρίαν, πυθόμενοι δὲ Πτολεμαῖον τὸν Ἀντιγονου στρατηγὸν τὴν δύναμιν εἰς παραχειμασίαν διῃρηκέναι καὶ αὐτὸν ἀσχολεῖσθαι περὶ τὴν ταφὴν τοῦ πατρός, Εὐπόλεμον ἀπέστειλαν ἐνεδρεῦσαι τοῖς πολεμίοις περὶ Κάπριμα τῆς Καρίας·
カッサンドロスとプレペラオスは、カッサンドロスによってカリアに派遣された軍勢を率いていたが、アンティゴノスの将軍プトレマイオスが軍勢を冬営のために分散させ、自身は父親の埋葬にかかりきりになっていると知ると、カリアのカプリマ付近で敵を待ち伏せするためにエウポレモスを派遣した。
συνεξέπεμψαν δʼ αὐτῷ πεζοὺς μὲν ὀκτακισχιλίους, §19.68.6ἱππεῖς δὲ διακοσίους.
そして彼に歩兵八千人と、騎兵二百人を伴わせた。
καθʼ ὃν δὴ χρόνον Πτολεμαῖος παρά τινων αὐτομόλων ἀκούσας τὴν προαίρεσιν τῶν πολεμίων ἤθροισε μὲν τῶν πλησίον χειμαζόντων στρατιωτῶν πεζοὺς μὲν ὀκτακισχιλίους τριακοσίους, §19.68.7ἱππεῖς δʼ ἑξακοσίους.
まさにその時、プトレマイオスは一部の脱走兵から敵の意図を聞き、近くで冬営中であった兵士たちから、歩兵八千三百人と、騎兵六百人を集めた。
ἀνελπίστως δὲ περὶ μέσας νύκτας ἐπιβαλὼν τῷ χάρακι τῶν ἐναντίων καὶ καταλαβὼν ἀφυλάκτους καὶ κοιμωμένους αὐτόν τε τὸν Εὐπόλεμον ἐζώγρησε καὶ τοὺς στρατιώτας συνηνάγκασε παραδοῦναι σφᾶς αὐτούς.
そして真夜中頃に敵の陣営を不意に襲撃し、彼らが無警戒で眠っているところを捕らえ、エウポレモス自身を生け捕りにし、兵士たちには降伏を余儀なくさせた。
τὰ μὲν οὖν συμβάντα περὶ τοὺς ἀποσταλέντας ὑπὸ Κασάνδρου στρατηγοὺς εἰς τὴν Ἀσίαν τοιαῦτʼ ἦν.
このようにして、カッサンドロスによってアジアへ派遣された将軍たちに起こった出来事は、以上のようなものであった。