§19.69.1Ἀντίγονος δʼ ὁρῶν τὸν Κάσανδρον ἀντεχόμενον τῆς Ἀσίας Δημήτριον μὲν τὸν υἱὸν ἀπέλιπεν ἐν τῇ Συρίᾳ, προστάξας ἐνεδρεύειν τοὺς περὶ Πτολεμαῖον, οὓς ὑπώπτευεν ἐκ τῆς Αἰγύπτου προάξειν μετὰ δυνάμεως ἐπὶ Συρίας, συναπέλιπε δʼ αὐτῷ πεζοὺς μὲν ξένους μυρίους, Μακεδόνας δὲ δισχιλίους, Λυκίους δὲ καὶ Παμφυλίους πεντακοσίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας τετρακοσίους, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας δὲ πλείους τῶν τεσσαράκοντα.
アンティゴノスは、カッサンドロスがアジアを諦めずに争っているのを見て、息子のデメトリオスをシリアに残し、プトレマイオスの陣営を待ち伏せするよう命じた。 彼はプトレマイオスらがエジプトから軍勢を率いてシリアへと進軍してくるのではないかと疑っていたからである。 そして、彼とともに傭兵の歩兵一万人、マケドニア人二千人、リュキア人およびパンフリア人五百人、ペルシア人の弓兵と投石兵四百人、騎兵五千人、四十頭以上の象を残した。
παρακατέστησε δʼ αὐτῷ καὶ συμβούλους τέσσαρας, Νέαρχόν τε τὸν Κρῆτα καὶ Πίθωνα τὸν Ἀγήνορος, ὃς καταβεβήκει πρότερον ὀλίγαις ἡμέραις ἐκ Βαβυλῶνος, πρὸς δὲ τούτοις Ἀνδρόνικόν τε τὸν Ὀλύνθιον καὶ Φίλιππον, ἄνδρας πρεσβυτέρους καὶ συνεστρατευκότας Ἀλεξάνδρῳ πᾶσαν τὴν στρατείαν·
また、彼に四人の顧問も付けた。 ネアルコス、すなわちクレタ人の彼と、アゲノルの子ピトン(彼は数日前にバビロンから下ってきたばかりであった)、さらにこれらに加えて、オリンポスのアンドロニコスとフィリッポスである。 彼らは年長者であり、アレクサンドロスとともにそのすべての遠征に従軍した者たちであった。
ἦν γὰρ Δημήτριος ἔτι νέος τὴν ἡλικίαν, ὡς ἂν γεγονὼς ἔτη δύο πρὸς τοῖς εἴκοσιν.
なぜなら、デメトリオスは当時まだ若く、二十二歳になったばかりであったからである。
§19.69.2αὐτὸς δὲ τὴν ἄλλην δύναμιν ἀνέλαβε καὶ τὸ μὲν πρῶτον ὑπερβάλλων τὸν Ταῦρον καὶ περιπεσὼν χιόνι πολλῇ συχνοὺς ἀπέβαλε τῶν στρατιωτῶν.
彼は自身は残りの軍勢を率い、最初はタウロス山脈を越えようとしたが、大雪に遭遇して多くの兵士を失った。
διὸ καὶ πάλιν ἀναστρέψας εἰς τὴν Κιλικίαν καὶ μεταλαβὼν ἕτερον καιρὸν διεξῆλθε μὲν ἀσφαλέστερον τὸ προειρημένον ὄρος, παραγενόμενος δʼ εἰς Κελαινὰς τῆς Φρυγίας διεῖλε τὸ στρατόπεδον εἰς χειμασίαν.
そのため、再びキリキアへと引き返し、別の時機を選んで、前述の山をより安全に通過した。 そしてフリュギアのケライナイに到着すると、軍勢を冬営のために分散させた。
§19.69.3μετὰ δὲ ταῦτα τὸν στόλον ἐκ Φοινίκης μετεπέμψατο Μηδίου ναυαρχοῦντος, ὃς περιτυχὼν ταῖς Πυδναίων ναυσίν, οὔσαις τριάκοντα ἕξ, καὶ καταναυμαχήσας αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσεν.
この後、彼はメディオスを指揮官とするフェニキアからの艦隊を呼び寄せた。 メディオスはピュドナ人の三十六隻の船に遭遇し、これらを海戦で破り、乗組員ごとそれらの船を捕獲した。
καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
ギリシアとアジアにおける情勢は、このような状態にあった。