§19.66.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Νικόδωρος, ἐν Ῥώμῃ δʼ ἦσαν ὕπατοι Λεύκιος Παπείριος τὸ τέταρτον καὶ Κόιντος Πόπλιος τὸ δεύτερον.
この年が過ぎると、アテナイではニコドロスがアルコンであり、ローマではルキウス・パピリウスが4度目、クィントゥス・プブリウスが2度目の執政官であった。
§19.66.2ἐπὶ δὲ τούτων Ἀριστόδημος μὲν ὁ κατασταθεὶς ὑπʼ Ἀντιγόνου στρατηγὸς ὡς ἐπύθετο τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος ἀπόστασιν, ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν δικαιολογησάμενος προετρέψατο τὰ πλήθη βοηθεῖν τοῖς Ἀντιγόνου πράγμασιν, αὐτὸς δὲ μετὰ τῶν μισθοφόρων διαβὰς ἐκ τῆς Αἰτωλίας εἰς Πελοπόννησον κατέλαβεν Ἀλέξανδρόν τε καὶ τοὺς Ἠλείους πολιορκοῦντας τὴν Κυλλήνην, εὐκαίρως δὲ τοῖς κινδυνεύουσιν ἐπιφανεὶς ἔλυσε τὴν πολιορκίαν.
彼らの執政期に、アンティゴノスによって将軍に任命されたアリストデモスは、ポリュペルコンの子アレクサンドロスの離反を知ると、アイトリア人の民会において自らの大義を説いて民衆をアンティゴノスの事業の支援へと促し、自身は傭兵たちを率いてアイトリアからペロポネソスへと渡って、アレクサンドロスとエリス人たちがキュレネを包囲しているところに遭遇したが、危機に瀕している人々の前にタイミングよく現れて包囲を解かせた。
§19.66.3καταλιπὼν δʼ ἐνταῦθα τοὺς παρεξομένους τῷ φρουρίῳ τὴν ἀσφάλειαν ἀνέζευξεν εἰς τὴν Ἀχαΐαν καὶ Πάτρας μὲν ἠλευθέρωσε φρουρουμένας ὑπὸ τῶν Κασάνδρου στρατιωτῶν, Αἴγιον δὲ ἐκπολιορκήσας τῆς τε φρουρᾶς ἐκυρίευσε καὶ τοῖς Αἰγιεῦσι κατὰ δόγμα τὴν ἐλευθερίαν βουλόμενος ἀποκαταστῆσαι διὰ ταύτην τὴν περίστασιν ἐκωλύθη·
彼はそこに砦の安全を確保する者たちを残してアカイアへと進軍し、カッサンドロスの兵士たちによって守備隊を置かれていたパトライを解放し、アイギオンを攻め落として守備隊を制圧した。 そして決議に従ってアイギオンの人々に自由を返還しようとしたが、次の状況によって妨げられた。
τῶν γὰρ στρατιωτῶν τραπέντων πρὸς ἁρπαγὴν πολλοὶ μὲν ἀπεσφάγησαν τῶν Αἰγιέων, πλεῖσται δὲ τῶν οἰκιῶν διεφθάρησαν.
すなわち、兵士たちが略奪に走ったため、アイギオン人の多くが虐殺され、大半の家屋が破壊されたからである。
§19.66.4μετὰ δὲ ταῦτα διαπλεύσαντος εἰς Αἰτωλίαν αὐτοῦ Δυμαῖοι, φρουρὰν ἔχοντες παρὰ Κασάνδρου, διετείχισαν τὴν πόλιν, ὥστε κατʼ ἰδίαν οὖσαν ἀπὸ τῆς ἀκροπόλεως διεζεῦχθαι.
この後、彼がアイトリアへと船で渡ると、カッサンドロスからの守備隊を受け入れていたデュメの人々は、都市がアクロポリスから切り離されて単独になるように城壁を築いた。
παρακαλέσαντες δʼ ἀλλήλους ἀντέχεσθαι τῆς αὐτονομίας περιεστρατοπέδευσαν §19.66.5τὴν ἄκραν καὶ συνεχεῖς προσβολὰς ἐποιοῦντο ἃ δὴ πυθόμενος ὁ Ἀλέξανδρος ἧκεν μετὰ δυνάμεως καὶ βιασάμενος ἐντὸς τοῦ τείχους ἐκυρίευσε τῆς πόλεως, τῶν δὲ Δυμαίων τοὺς μὲν ἀπέσφαξεν, τοὺς δʼ εἰς φυλακὴν ἀπέθετο, πολλοὺς δὲ ἐφυγάδευσεν.
そして、互いに自治を守り抜くよう励まし合って、包囲した、城砦を。 そして彼らは絶え間ない攻撃を加えたが、これをアレクサンドロスは知ると、軍勢を率いて到来し、壁の内側へと力ずくで押し入って都市を制圧し、デュメ人のうち、ある者たちを虐殺し、ある者たちを投獄し、多くの者を追放した。
§19.66.6οἱ δὲ περιλειφθέντες ἀπαλλαγέντος ἐκ τῆς πόλεως Ἀλεξάνδρου χρόνον μέν τινα τὴν ἡσυχίαν ἦγον, καταπεπληγμένοι τὸ μέγεθος τῆς συμφορᾶς, ἅμα δὲ καὶ συμμάχων ὄντες ἔρημοι·
生き残った者たちは、アレクサンドロスが都市から立ち去ると、しばらくの間は静かにしていたが、それは悲劇の大きさに打ちのめされ、同時に同盟者も欠いていたからである。
μετὰ δέ τινα χρόνον ἐξ Αἰγίου τοὺς Ἀριστοδήμου μισθοφόρους μεταπεμψάμενοι πάλιν ἐπέθεντο τῇ φρουρᾷ καὶ κυριεύσαντες τῆς ἄκρας τὴν μὲν πόλιν ἠλευθέρωσαν, τῶν δὲ καταλειφθέντων τοὺς πλείστους ἀποσφάξαντες συνανεῖλαν καὶ τῶν ἰδίων πολιτῶν ὅσοι πρὸς Ἀλέξανδρον εἶχον φιλίαν.
しかし、しばらく経った後、彼らはアイギオンからアリストデモスの傭兵たちを呼び寄せて再び守備隊を攻撃し、城砦を制圧して都市を解放すると、残されていた守備隊の大半を虐殺し、自らの市民のうちアレクサンドロスと親交のあった者たちをも一緒に殺害した。