§19.65.1ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα τῶν Ἑλλήνων τῆς Εὐρώπης περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν μέρει διέξιμεν περὶ τῶν πρὸς ἑσπέραν νευόντων μερῶν.
私たちは、ヨーロッパのギリシア人のうち、ギリシアとマケドニアの周辺で行われた出来事を語り終えたので、今度は西に傾いている地域について詳しく述べることにしよう。
Ἀγαθοκλῆς γὰρ ὁ τῶν Συρακοσίων δυνάστης κατέχων φρούριον τῶν Μεσσηνίων ἐπηγγείλατο λαβὼν παρʼ αὐτῶν τριάκοντα τάλαντα παραδώσειν τὸν τόπον.
シラクサの支配者アガトクレスは、メッセネ人の砦を占拠していたが、彼らから30タラントンを受け取ればその場所を引き渡すと約束した。
§19.65.2δόντων δὲ τῶν Μεσσηνίων τἀργύριον οὐ μόνον διεψεύσατο τοὺς πιστεύσαντας τῆς ἐπαγγελίας, ἀλλὰ καὶ τὴν Μεσσήνην αὐτὴν ἐπεχείρησε καταλαβέσθαι.
メッセネ人たちがその金を支払ったが、彼はその約束を信じた人々を欺いただけでなく、メッセネ自体をも占領しようと試みた。
πυθόμενος γὰρ μέρος τι τοῦ τείχους ἐν αὐτῇ πεπτωκέναι πεζῇ μὲν τοὺς ἱππεῖς ἀπέστειλεν ἐκ Συρακουσσῶν, αὐτὸς δʼ ἀναλαβὼν ναῦς ἡμιολίας νυκτὸς κατέπλευσε πλησίον τῆς πόλεως.
すなわち、都市の壁の一部が崩壊したことを知ると、彼は騎兵たちを陸路でシラクサから送り出し、自身はヘミオリア船を率いて夜間にその都市の近くに入港した。
§19.65.3προαισθομένων δὲ τῶν ἐπιβουλευομένων ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέτυχεν, ἐπὶ δὲ τὰς Μύλας πλεύσας καὶ πολιορκήσας τὸ φρούριον διʼ ὁμολογίας παρέλαβε.
しかし、計画の対象となっていた人々が事前に察知したため、彼はこの企てには失敗した。 一方、ミュライへと航行し、その砦を包囲して協定によってそれを手に入れた。
καὶ τότε μὲν εἰς Συρακούσσας ἐχωρίσθη, κατὰ δὲ τὰς τῶν καρπῶν συγκομιδὰς πάλιν ἐστράτευσεν ἐπὶ τὴν Μεσσήνην.
そしてその時はシラクサへと退いたが、収穫期になると再びメッセネに対して遠征した。
§19.65.4πλησίον δὲ τῆς πόλεως στρατοπεδεύσας καὶ προσβολὰς συνεχεῖς ποιούμενος οὐδὲν ἀξιόλογον ἴσχυσε βλάψαι τοὺς πολεμίους·
都市の近くに陣を張り、絶え間なく攻撃を加えたが、敵に大した打撃を与えることはできなかった。
καὶ γὰρ τῶν ἐκ Συρακουσσῶν φυγάδων πολλοὶ συνεδεδραμήκεισαν εἰς τὴν πόλιν, οἳ καὶ διὰ τὴν ἰδίαν ἀσφάλειαν καὶ διὰ τὸ πρὸς τὸν τύραννον μίσος ἐκθύμως ἠγωνίζοντο.
というのも、シラクサからの亡命者の多くがその都市に集まってきており、彼らは自らの安全のためにも、また僭主への憎しみのためにも、熱心に戦ったからである。
§19.65.5καθʼ ὃν δὴ χρόνον ἧκον ἐκ Καρχηδόνος πρέσβεις, οἳ τῷ μὲν Ἀγαθοκλεῖ περὶ τῶν πραχθέντων ἐπετίμησαν ὡς παραβαίνοντι τὰς συνθήκας, τοῖς δὲ Μεσσηνίοις εἰρήνην παρεσκεύασαν καὶ τὸ φρούριον ἀναγκάσαντες ἀποκαταστῆσαι τὸν τύραννον ἀπέπλευσαν εἰς τὴν Λιβύην.
まさにその時、カルタゴから使節たちが到着し、彼らはアガトクレスに対して条約に違反しているとしてその行いを非難し、メッセネ人たちには和平をもたらし、僭主に砦を返還するよう強制した上で、リビアへと船で戻っていった。
§19.65.6ὁ δʼ Ἀγαθοκλῆς παρελθὼν εἰς Ἀβάκαινον πόλιν σύμμαχον, τοὺς δοκοῦντας ἀλλοτρίως ἔχειν τὰ πρὸς αὐτὸν ἀπέσφαξεν, ὄντας πλείους τῶν τεσσαράκοντα.
一方、アガトクレスは同盟都市アバカイノンへと進み、自分に対して敵意を抱いていると目される人々を虐殺したが、その数は40人を超えていた。
§19.65.7ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν διαπολεμοῦντες Σαμνίταις Φερέντην, πόλιν τῆς Ἀπουλίας, κατὰ κράτος εἷλον.
これらが行われているのと同時に、ローマ人はサムニウム人との戦争を継続する中で、プーリアの都市フェレントゥムを力攻めで陥落させた。
οἱ δὲ τὴν Νουκερίαν τὴν Ἀλφατέρναν καλουμένην οἰκοῦντες πεισθέντες ὑπό τινων τῆς μὲν Ῥωμαίων φιλίας ἀπέστησαν, πρὸς δὲ τοὺς Σαμνίατας συμμαχίαν ἐποιήσαντο.
一方、ヌケリア・アルファテルナと呼ばれる都市の住民は、一部の人々に説得されてローマ人との友好関係を断ち、サムニウム人との同盟を結んだ。