§19.64.1ὁ δὲ Κάσανδρος παρελθὼν εἰς τὴν Μεσσηνίαν καὶ καταλαβὼν φρουρουμένην ὑπὸ Πολυπέρχοντος τὴν πόλιν τὸ μὲν πολιορκεῖν αὐτὴν ἐπὶ τοῦ παρόντος ἀπέγνω, παρελθὼν δʼ εἰς Ἀρκαδίαν Δάμιν μὲν ἐπιμελητὴν τῆς Μεγάλης πόλεως ἀπέλιπεν, αὐτὸς δὲ παρελθὼν εἰς τὴν Ἀργείαν καὶ θεὶς τὸν τῶν Νεμέων ἀγῶνα τὴν εἰς Μακεδονίαν ἐπάνοδον ἐποιήσατο.
一方、カッサンドロスはメッセニアに進み、その都市がポリュペルコンによって守備されているのを見出すと、現在のところはそれを包囲することを断念した。 そしてアルカディアに進んでダミスをメガロポリスの管理者に残し、自身はアルゴス地方に進んでネメアの競技会を開催すると、マケドニアへの帰還の途についた。
§19.64.2τούτου δὲ χωρισθέντος Ἀλέξανδρος ἐπιὼν τὰς ἐν Πελοποννήσῳ πόλεις μετʼ Ἀριστοδήμου τὰς μὲν ὑπὸ Κασάνδρου καθεσταμένας φρουρὰς ἐκβαλεῖν ἐπειρᾶτο, ταῖς δὲ πόλεσιν ἀποκαθιστᾶν τὴν ἐλευθερίαν.
彼が立ち去ると、アレクサンドロスはアリストデモスとともにペロポネソスの諸都市を巡り、カッサンドロスによって配置された守備隊を追い出そうと試み、諸都市に自由を回復させようとした。
§19.64.3ἃ δὴ πυθόμενος ὁ Κάσανδρος ἔπεμψε πρὸς αὐτὸν Πρεπέλαον, ἀξιῶν Ἀντιγόνου μὲν ἀποστῆναι, συμμαχεῖν δʼ αὐτῷ γνησίως.
カッサンドロスはこれを知ると、彼のもとにプレペラオスを送り、アンティゴノスから離反して自分と誠実に同盟することを求めた。
τοῦτο δʼ αὐτοῦ πράξαντος στρατηγίαν δώσειν ἔφησε πάσης Πελοποννήσου καὶ δυνάμεως ἀποδείξειν κύριον,
そして、もし彼がこれを行うならば、全ペロポネソスの将軍職を与え、軍勢の支配者に任命すると言った。
§19.64.4ἔτι δὲ κατʼ ἀξίαν τιμήσειν.
さらに、ふさわしい待遇を与えるとも言った。
ὁ δʼ Ἀλέξανδρος ὁρῶν αὑτῷ συγχωρούμενον οὗ χάριν ἐξ ἀρχῆς ἐπολέμει πρὸς Κάσανδρον, συμμαχίαν ποιησάμενος ἀπεδείχθη στρατηγὸς Πελοποννήσου.
一方、アレクサンドロスは、そもそも自分がカッサンドロスと戦っていた目的のものが、自分に譲歩されるのを見て、同盟を結び、ペロポネソスの将軍に任命された。
ἅμα δὲ τούτοις πραττομένοις Πολύκλειτος ὁ πεμφθεὶς ὑπὸ τῶν περὶ Σέλευκον ἐκ Κύπρου πλεύσας κατῆρεν εἰς Κεγχρεάς,
これらが行われているのと同時に、セレウコスの部下たちによって派遣されたポリュクレイトスが、キプロスから出航してケンクレアイに入港した。
§19.64.5ἀκούσας δὲ τὴν Ἀλεξάνδρου μετάθεσιν καὶ θεωρῶν μηδὲν ὑπάρχον πολέμιον σύστημα τὸν πλοῦν ἐπὶ Παμφυλίας ἐποιήσατο.
しかし、彼はアレクサンドロスの寝返りを聞き、いかなる敵の組織だった軍勢も存在しないのを確認すると、パンピュリアへと航路を取った。
ἐντεῦθεν δὲ παρακομισθεὶς εἰς Ἀφροδισιάδα τῆς Κιλικίας, ὡς ἤκουσεν ὅτι Θεόδοτος μὲν ὁ Ἀντιγόνου ναύαρχος ἐκ Πατάρων τῆς Δυκίας παραπλεῖ ταῖς ἀπὸ Ῥόδου ναυσίν, ἐχούσαις ἀπὸ Καρίας πληρώματα, καὶ διότι περίλαος μετὰ στρατιωτῶν παράγει πεζῇ, παρεχόμενος τῷ στόλῳ τῆς ἀγωγῆς τὴν ἀσφάλειαν, ἀμφοτέρους κατεστρατήγησε.
そこからキリキアのアプロディシアスへと沿岸を進んだが、アンティゴノスの海軍将官テオドトスが、カリアからの乗組員を乗せたロドスからの船団とともに、リュキアのパタラから沿岸を航行しており、また、ペリラオスが歩兵部隊を率いて陸路を進んで、船団の運行に安全を提供しているということを聞くと、両者の裏をかいて打ち破った。
§19.64.6τοὺς μὲν γὰρ στρατιώτας ἀποβιβάσας ἔκρυψεν ἐν εὐθέτῳ τόπῳ, καθʼ ὃν ἀναγκαῖον ἦν τοὺς πολεμίους τὴν πάροδον ποιήσασθαι, αὐτὸς δὲ πάσαις ταῖς ναυσὶν ἐπιπλεύσας καὶ πρὸ αὑτοῦ λαβὼν ἀκρωτήριον ἐπετήρει τὴν τῶν πολεμίων παρουσίαν.
というのは、彼は兵士たちを上陸させて、敵が通過せざるを得ない好都合な場所に潜ませ、彼自身はすべての船を率いて航行し、前方に岬を置いて敵の到来を待ち伏せしていたからである。
ἐμπεσόντων δὲ πρῶτον τῶν πεζῶν εἰς τὴν ἐνέδραν συνέβη τόν τε περίλαον ἁλῶναι καὶ τῶν ἄλλων τοὺς μὲν πεσεῖν μαχομένους, οὓς δὲ ζωγρηθῆναι.
そして、まず歩兵たちが待ち伏せに陥ると、ペリラオスが捕らえられ、他の者たちのうち、ある者は戦って倒れ、ある者は生け捕りにされるという結果になった。
§19.64.7ἐπιχειρούντων δὲ τῶν ἀπὸ Ῥόδου νεῶν παραβοηθεῖν τοῖς ἰδίοις ἐπιπλεύσας ὁ Πολύκλειτος ἄφνω συντεταγμένῳ τῷ στόλῳ ῥᾳδίως ἐτρέψατο τεταραγμένους τοὺς πολεμίους.
ロドスの船団が味方を救援しようと試みたが、ポリュクレイトスが整った隊列の艦隊を率いて不意に襲いかかり、混乱した敵を容易に敗走させた。
διόπερ συνέβη τάς τε ναῦς ἁλῶναι πάσας καὶ τῶν ἀνδρῶν οὐκ ὀλίγους, ἐν οἷς καὶ αὐτὸν τὸν Θεόδοτον τραυματίαν γενόμενον μετʼ ὀλίγας ἡμέρας τελευτῆσαι.
そのため、船はすべて拿捕され、多くの兵も同様であり、その中にはテオドトス自身も含まれており、彼は負傷し、数日後に死亡した。
§19.64.8Πολύκλειτος μὲν οὖν χωρὶς κινδύνων τηλικαῦτα πλεονεκτήσας ἀπέπλευσεν εἰς Κύπρον, ἐντεῦθεν δʼ εἰς Πηλούσιον·
こうしてポリュクレイトスは、危険を冒すことなくこのような大きな勝利を収め、キプロスへ、そこからさらにペルシオンへと船を戻した。
ὁ δὲ Πτολεμαῖος τοῦτον μὲν ἐπαινέσας δωρεαῖς μεγάλαις ἐτίμησε καὶ πολὺ μᾶλλον προῆγεν ὡς ἀρχηγὸν γεγονότα μεγάλου προτερήματος, τὸν δὲ περίλαον καὶ τῶν ἄλλων αἰχμαλώτων τινὰς ἀπέλυσεν, ἐλθούσης περὶ τούτων πρεσβείας παρʼ Ἀντιγόνου.
プトレマイオスは彼を称賛して大きな贈り物で報い、大勝利の立役者となった者として大いに重用した。 そして、アンティゴノスから使節がやって来ると、ペリラオスと他の捕虜の幾人かを解放した。
αὐτὸς δὲ παρῆλθεν ἐπὶ τὸ καλούμενον Ἔκρηγμα κἀκεῖ συνελθὼν εἰς λόγους Ἀντιγόνῳ πάλιν ἀπῆλθεν, οὐ συγχωροῦντος Ἀντιγόνου τὰ ἀξιούμενα.
彼自身はエクレグマと呼ばれる場所へと進み、そこでアンティゴノスと会談を持ったが、アンティゴノスが要求に応じなかったため、再び立ち去った。