§19.63.1ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα διήλθομεν, ἐν μέρει πάλιν τὰ κατὰ τὴν Εὐρώπην διέξιμεν.
われわれはアジアで起こった出来事を語り終えたので、今度は順番にヨーロッパの出来事について再び説明することにしよう。
Ἀπολλωνίδης γὰρ ὁ ταχθεὶς ὑπὸ Κασάνδρου στρατηγὸς ἐπὶ τῆς Ἀργείων πόλεως ἐξοδεύσας εἰς Ἀρκαδίαν νυκτὸς ἐκυρίευσε τῆς τῶν Στυμφαλίων πόλεως·
カッサンドロスによってアルゴス市民の都市の将軍に任命されていたアポロニデスは、アルカディアへと出撃し、夜間にステュンパロス市民の都市を占領した。
§19.63.2περὶ ταῦτα δʼ αὐτοῦ διατρίβοντος τῶν Ἀργείων οἱ πρὸς Κάσανδρον ἀλλοτρίως ἔχοντες ἐπεκαλέσαντο τὸν Πολυπέρχοντος Ἀλέξανδρον, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν.
彼がこれらのことにかかりきりになっている間に、カッサンドロスに対して敵対的な態度をとっていたアルゴス人たちが、ポリュペルコンの息子アレクサンドロスを呼び寄せ、都市を引き渡すことを約束した。
τοῦ δʼ Ἀλεξάνδρου βραδύνοντος Ἀπολλωνίδης φθάσας κατήντησεν εἰς Ἄργος.
しかし、アレクサンドロスがもたもたしている間に、アポロニデスは先手を打ってアルゴスに到着した。
§19.63.3τῶν δʼ ἐναντιουμένων καταλαβὼν εἰς πεντακοσίους συνηδρευκότας ἐν τῷ πρυτανείῳ τούτους μὲν ἀποκλείσας τῆς ἐξόδου ζῶντας κατέκαυσε, τῶν δʼ ἄλλων τοὺς μὲν πλείους ἐφυγάδευσεν, ὀλίγους δὲ συλλαβὼν ἀπέκτεινε.
彼は、敵対する者たちのうち約五百人がプリュタネイオンに集まっているのを見出すと、彼らの出口を塞いで生きたまま焼き殺し、残りの者たちのうち大部分を追放し、少数を捕らえて処刑した。
Κάσανδρος δὲ πυθόμενος τὸν Ἀριστοδήμου κατάπλουν εἰς Πελοπόννησον καὶ τὸ συνηθροισμένον πλῆθος τῶν ξένων τὸ μὲν πρῶτων ἐπεχείρησεν ἀφιστάναι τὸν Πολυπέρχοντα τῆς Ἀντιγόνου φιλίας·
一方、カッサンドロスは、アリストデモスがペロポネソスに上陸したことと、傭兵たちの群衆が集められたことを知ると、最初はポリュペルコンをアンティゴノスとの友好関係から離反させようと試みた。
οὐχ ὑπακουόντων δʼ αὐτῶν συναγαγὼν δύναμιν ἧκε διὰ τῆς Θετταλίας εἰς Βοιωτίαν.
しかし彼らがこれに応じなかったため、彼は軍勢を集めてテッサリア経由でボイオティアへとやって来た。
§19.63.4ἐνταῦθα δὲ συνεπιλαβόμενος τοῖς Θηβαίοις τῆς τῶν τειχῶν οἰκοδομίας παρῆλθεν εἰς Πελοπόννησον·
そこで彼はテバイ人たちの城壁建設を助けた後、ペロポネソスへと進んだ。
καὶ τὸ μὲν πρῶτον Κεγχρεὰς ἐκπολιορκήσας ἐδῄωσε τὴν χώραν τῶν Κορινθίων, μετὰ δὲ ταῦτα δύο φρούρια κατὰ κράτος ἑλὼν τοὺς ὑπʼ Ἀλεξάνδρου καθεσταμένους φρουροὺς ὑποσπόνδους ἀφῆκεν.
そして最初はケンクレアイを包囲して陥落させ、コリントス人の領土を略奪し、その後二つの砦を力攻めで奪取して、アレクサンドロスによって配置されていた守備兵たちを休戦協定のもとに解放した。
§19.63.5ἑξῆς δὲ τῇ τῶν Ὀρχομενίων πόλει προσβολὰς ποιησάμενος καὶ παρεισαχθεὶς ὑπὸ τῶν ἀλλοτρίως ἐχόντων πρὸς Ἀλέξανδρον τῆς μὲν πόλεως φυλακὴν ἀπέλιπε, τῶν δὲ φίλων τῶν Ἀλεξάνδρου καταφυγόντων εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἔδωκε τὴν ἐξουσίαν τοῖς πολίταις ὃ βούλοιντο πρᾶξαι.
次いで、オルコメノス市民の都市に対して攻撃を加え、アレクサンドロスに敵対的な者たちによって引き入れられると、彼は都市の守備隊を残し、アルテミスの神殿に逃げ込んでいたアレクサンドロスの友人たちについては、彼らの望むように処理する権限を市民たちに与えた。
οἱ μὲν οὖν Ὀρχομένιοι τοὺς ἱκέτας βιαίως ἀναστήσαντες ἅπαντας ἀνεῖλον παρὰ τὰ κοινὰ τῶν Ἑλλήνων νόμιμα.
そこで、オルコメノス人たちは嘆願者たちを暴力的に退去させ、ギリシア人の共通の習わしに反して全員を殺害した。