§19.49.1ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην καὶ τὰ συνεχῆ τῶν προειρημένων διέξιμεν.
私たちはアジアで行われた出来事を語り終えたので、記述をヨーロッパへと移し、前述の事柄に続く歴史を叙述することにする。
ὁ γὰρ Κάσανδρος εἰς Πύδναν τῆς Μακεδονίας συγκεκλεικὼς Ὀλυμπιάδα προσβολὰς μὲν τοῖς τείχεσιν ἠδυνάτει ποιεῖσθαι διὰ τοὺς χειμῶνας, περιστρατοπεδεύσας δὲ τὴν πόλιν καὶ χάρακα βαλόμενος ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἔτι δὲ ἐφορμῶν τῷ λιμένι πάντα βουλόμενον ἐπικουρῆσαι διεκώλυεν.
というのも、カサンドロスはマケドニアのピュドナにオリュンピアスを閉じめたものの、冬のために城壁への攻撃を行うことができなかったが、街を包囲して海から海へと塹壕を築き、さらには港を監視することで、援助しようとするいかなる者も妨げたからである。
§19.49.2ταχὺ δὲ τῶν ἐπιτηδείων ἐξαναλωθέντων τοσαύτην περὶ τοὺς ἔνδον κατεσκεύασεν ἔνδειαν ὥστʼ ἐκλυθῆναι τὸ παράπαν·
そして、食糧がすぐに使い果たされると、彼は内部の者たちに、完全に衰弱してしまうほどの多大な欠乏をもたらした。
εἰς τοῦτο γὰρ ἦλθον ἀνάγκης ὥστε τῷ μὲν στρατιώτῃ σιτομετρεῖν χοίνικας πέντε τοῦ μηνός, τοῖς δʼ ἐλέφασι τοῖς κατακλεισθεῖσι διδόναι πρίοντας τὰς δοκούς, τὰ δʼ ὑποζύγια καὶ τοὺς ἵππους κατακόψαι πρὸς διατροφήν.
彼らは次のような極限の窮乏に陥ったからである。 すなわち、兵士に対しては一ヶ月に五コイニクスを配給し、閉じ込められた戦象たちには梁を鋸で引いたものを与え、荷役獣や馬を食用として殺処分したほどであった。
§19.49.3τοιαύτης δὲ περιστάσεως κατεχούσης τὴν πόλιν καὶ τῆς Ὀλυμπιάδος ἔτι προσανεχούσης ταῖς ἔξωθεν ἐλπίσιν οἱ μὲν ἐλέφαντες ὑπὸ τῆς ἐνδείας διεφθάρησαν, τῶν δʼ ἱππέων οἱ μὲν ἔξω τάξεως ὄντες οὐ σιτομετρούμενοι τὸ παράπαν σχεδὸν ἅπαντες ἐτελεύτησαν, οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν τῆς ὁμοίας καταστροφῆς ἔτυχον.
このような窮状が街を支配し、オリュンピアスがなおも外部からの希望にすがり続けていた一方で、戦象たちは欠乏のために死に絶え、騎兵たちのうち、正規の編制から外れていて全く食糧配給を受けられなかった者たちは、ほぼ全員が死亡し、兵士たちのうちの少なくない数も、同様の最期を遂げた。
§19.49.4ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων.
また、異民族のうちの幾人かは、生存の本能が宗教的な忌避に打ち勝ったため、死者の遺体を拾い集めてその肉を食らった。
ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δʼ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστʼ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.
そして、すぐに街が死体で満ちるようになったため、王妃の周囲の取り巻きの指導者たちは、死体の一部を埋葬し、一部は壁の外へ投げ捨てた。 その結果、これらの光景は忌まわしく、その悪臭は、王妃たちや贅沢に慣れ親しんだ女性たちだけでなく、普段から苦難に耐えることに慣れている兵士たちにとっても耐え難いものとなった。