§19.44.1Ἀντίγονος δὲ παραδόξως κυριεύσας τοῦ τʼ Εὐμενοῦς καὶ πάσης τῆς ἀντιτεταγμένης δυνάμεως Ἀντιγένην μὲν τὸν τῶν ἀργυρασπίδων ἡγούμενον συλλαβὼν καὶ καταθέμενος εἰς σειρὸν ζῶντα κατέκαυσεν, Εὔδημον δὲ τὸν ἐξ Ἰνδῶν καταγαγόντα τοὺς ἐλέφαντας καὶ Κελβανὸν καί τινας ἄλλους τῶν ἀλλοτρίως ἀεὶ πρὸς αὐτὸν ἐχόντων ἀνεῖλεν.
アンティゴノスは、思いがけずエウメネスと敵の全軍勢を手に入れると、銀楯隊の指揮官アンティゲネスを捕らえて穴に投げ入れ、生きたまま焼き殺した。 一方、インドから象を連れてきたエウデモスと、ケルバノス、および常に自分に対して敵意を抱いていた他の数名を殺害した。
§19.44.2Εὐμενῆ δὲ παραδοὺς εἰς φυλακὴν ἐβουλεύετο πῶς αὐτῷ χρηστέον εἴη.
エウメネスを監禁した上で、彼をどのように扱うべきかを熟考した。
ἔσπευδε γὰρ ἔχειν μεθʼ αὑτοῦ στρατηγὸν ἀγαθὸν καὶ χάριτος ὑπόχρεων, οὐ λίαν δʼ ἐπίστευεν αὐτοῦ ταῖς ἐπαγγελίαις διὰ τὴν πρὸς Ὀλυμπιάδα καὶ τοὺς βασιλεῖς φιλίαν·
というのも、彼は有能で恩義を感じている将軍を自分の味方に引き入れたいと切望していたが、エウメネスのオリンピアスや王たちに対する友情のために、彼の約束をあまり信用していなかったからである。
καὶ γὰρ πρότερον σωθεὶς ὑπʼ αὐτοῦ περὶ Νῶρα τῆς Φρυγίας οὐδὲν ἧττον τοῖς βασιλεῦσι προθυμότατα συνηγωνίσατο.
実際、以前フリュギアのノラ周辺でアンティゴノスによって救われたにもかかわらず、エウメネスはそれ以上に熱心に王たちのために戦ったのであった。
ὁρῶν δὲ καὶ τὴν τῶν Μακεδόνων ὁρμὴν ἀπαραίτητον οὖσαν πρὸς τὴν κατʼ Εὐμενοῦς τιμωρίαν ἀνεῖλε τὸν ἄνδρα·
さらにマケドニア兵たちのエウメネスに対する処罰への衝動が容赦のないものであることを見て、彼はこの男を殺害した。
διὰ δὲ τὴν προγεγενημένην φιλίαν καύσας τὸ σῶμα καὶ καταθέμενος εἰς ἀγγεῖον τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους ἀπέστειλεν.
しかし、かつての友情のゆえに、遺体を火葬して骨を器に納め、彼の親族のもとに送った。
§19.44.3ἀνήχθη δʼ ἐν τοῖς τραυματίαις αἰχμάλωτος καὶ ὁ τὰς ἱστορίας συνταξάμενος Ἱερώνυμος ὁ Καρδιανός, ὃς τὸν μὲν ἔμπροσθεν χρόνον ὑπʼ Εὐμενοῦς τιμώμενος διετέλεσεν, μετὰ δὲ τὸν ἐκείνου θάνατον ὑπʼ Ἀντιγόνου ἐτύγχανε φιλανθρωπίας καὶ πίστεως.
負傷者の中には、歴史書を執筆したカルディアのヒエロニュモスも捕虜として連行されていた。 彼はかつてエウメネスから重用され続けていたが、彼の死後はアンティゴノスから厚遇と信頼を受けることとなった。
§19.44.4ὁ δʼ Ἀντίγονος τὴν δύναμιν ἅπασαν ἀναλαβὼν εἰς Μηδίαν αὐτὸς μὲν ἔν τινι κώμῃ παρεχείμασεν οὔσῃ πλησίον Ἐκβατάνων, ἐν ᾗ τῆς χώρας ἐκείνης ἐστὶ τὰ βασίλεια, τοὺς δὲ στρατιώτας ἐπιδιεῖλεν εἰς ἅπασαν τὴν σατραπείαν καὶ μάλιστα εἰς τὴν ἐπαρχίαν τὴν προσαγορευομένην Ῥάγας, ἣ ταύτην τὴν προσηγορίαν ἔσχεν ἀπὸ τῶν γενομένων περὶ αὐτὴν ἀτυχημάτων ἐν τοῖς ἔμπροσθεν χρόνοις·
アンティゴノスは全軍を率いてメディアへと向かい、自らは、その地方の宮殿があるエクバタナの近くに位置するある村で冬を越した。 一方で兵士たちをサトラップ領全体に、とりわけラガイと呼ばれる地方に分散して配置した。 この地は、かつてその周辺で起きた災厄に由来してその名を得たのである。
§19.44.5πλείστας γὰρ ἔχουσα πόλεις τῶν ἐν ἐκείνοις τοῖς τόποις καὶ μάλιστʼ εὐδαιμονούσας τηλικούτους ἔσχε σεισμοὺς ὥστε καὶ τὰς πόλεις καὶ τοὺς ἐνοικοῦντας ἅπαντας ἀφανισθῆναι, καθόλου δὲ τὴν χώραν ἀλλοιωθῆναι καὶ ποταμοὺς ἀντὶ τῶν προϋπαρχόντων ἄλλους φανῆναι καὶ λίμνας.
というのも、この地はその地方の中で最も多くの、かつ最も繁栄した都市を擁していたにもかかわらず、都市も住民もすべて消滅してしまうほどの凄まじい地震に見舞われ、地域全体が完全に変貌し、以前から存在していた川や湖の代わりに、別の川や湖が出現したからである。