Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.44.1-19.44.5

安提柯处决欧墨奈斯并移师米底

第 121 段,共 301 段 · 希腊语

内容简介

安提柯俘虏了欧墨奈斯及敌军,处决了敌方将领,并因马其顿士兵的强烈要求而处死了欧墨奈斯。随后,安提柯率全军移师米底过冬。

§19.44.1Ἀντίγονος δὲ παραδόξως κυριεύσας τοῦ τʼ Εὐμενοῦς καὶ πάσης τῆς ἀντιτεταγμένης δυνάμεως Ἀντιγένην μὲν τὸν τῶν ἀργυρασπίδων ἡγούμενον συλλαβὼν καὶ καταθέμενος εἰς σειρὸν ζῶντα κατέκαυσεν, Εὔδημον δὲ τὸν ἐξ Ἰνδῶν καταγαγόντα τοὺς ἐλέφαντας καὶ Κελβανὸν καί τινας ἄλλους τῶν ἀλλοτρίως ἀεὶ πρὸς αὐτὸν ἐχόντων ἀνεῖλεν.
安提柯出人意料地掌控了欧墨奈斯以及敌方全部军队,他逮捕了银盾兵的指挥官安提革涅斯,将其投入坑中活活烧死;而将从印度带来战象的欧德摩斯、凯尔巴诺斯以及其他几个一向对他怀有敌意的人处死。
§19.44.2Εὐμενῆ δὲ παραδοὺς εἰς φυλακὴν ἐβουλεύετο πῶς αὐτῷ χρηστέον εἴη.
在将欧墨奈斯关押起来后,他考虑应该如何处置他。
ἔσπευδε γὰρ ἔχειν μεθʼ αὑτοῦ στρατηγὸν ἀγαθὸν καὶ χάριτος ὑπόχρεων, οὐ λίαν δʼ ἐπίστευεν αὐτοῦ ταῖς ἐπαγγελίαις διὰ τὴν πρὸς Ὀλυμπιάδα καὶ τοὺς βασιλεῖς φιλίαν· καὶ γὰρ πρότερον σωθεὶς ὑπʼ αὐτοῦ περὶ Νῶρα τῆς Φρυγίας οὐδὲν ἧττον τοῖς βασιλεῦσι προθυμότατα συνηγωνίσατο.
因为他渴望身边能有一位杰出且心怀感激的将领,但由于欧墨奈斯对奥林匹亚丝和诸王的忠诚,他并不十分信任其保证;因为事实上,尽管欧墨奈斯此前在弗里吉亚的诺拉曾被安提柯所救,但他仍旧极力为诸王效命。
ὁρῶν δὲ καὶ τὴν τῶν Μακεδόνων ὁρμὴν ἀπαραίτητον οὖσαν πρὸς τὴν κατʼ Εὐμενοῦς τιμωρίαν ἀνεῖλε τὸν ἄνδρα· διὰ δὲ τὴν προγεγενημένην φιλίαν καύσας τὸ σῶμα καὶ καταθέμενος εἰς ἀγγεῖον τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους ἀπέστειλεν.
又看到马其顿士兵对惩罚欧墨奈斯的诉求无法平息,他便将此人处死;但出于过去的交情,他将遗体火化,把骨灰装入容器中送还给他的亲属。
§19.44.3ἀνήχθη δʼ ἐν τοῖς τραυματίαις αἰχμάλωτος καὶ ὁ τὰς ἱστορίας συνταξάμενος Ἱερώνυμος ὁ Καρδιανός, ὃς τὸν μὲν ἔμπροσθεν χρόνον ὑπʼ Εὐμενοῦς τιμώμενος διετέλεσεν, μετὰ δὲ τὸν ἐκείνου θάνατον ὑπʼ Ἀντιγόνου ἐτύγχανε φιλανθρωπίας καὶ πίστεως.
在伤员中,撰写历史的卡尔迪亚人希罗尼穆斯也作为俘虏被带了上来,他在此前一直受到欧墨奈斯的重用,而在欧墨奈斯死后,他得到了安提柯的善待和信任。
§19.44.4ὁ δʼ Ἀντίγονος τὴν δύναμιν ἅπασαν ἀναλαβὼν εἰς Μηδίαν αὐτὸς μὲν ἔν τινι κώμῃ παρεχείμασεν οὔσῃ πλησίον Ἐκβατάνων, ἐν ᾗ τῆς χώρας ἐκείνης ἐστὶ τὰ βασίλεια, τοὺς δὲ στρατιώτας ἐπιδιεῖλεν εἰς ἅπασαν τὴν σατραπείαν καὶ μάλιστα εἰς τὴν ἐπαρχίαν τὴν προσαγορευομένην Ῥάγας, ἣ ταύτην τὴν προσηγορίαν ἔσχεν ἀπὸ τῶν γενομένων περὶ αὐτὴν ἀτυχημάτων ἐν τοῖς ἔμπροσθεν χρόνοις·
安提柯率领全军进入米底,他本人在紧邻埃克巴坦那(该地区的行宫所在地)的一个村庄过冬,而将士兵分驻在整个总督辖区,特别是被称为拉盖的地区。
§19.44.5πλείστας γὰρ ἔχουσα πόλεις τῶν ἐν ἐκείνοις τοῖς τόποις καὶ μάλιστʼ εὐδαιμονούσας τηλικούτους ἔσχε σεισμοὺς ὥστε καὶ τὰς πόλεις καὶ τοὺς ἐνοικοῦντας ἅπαντας ἀφανισθῆναι, καθόλου δὲ τὴν χώραν ἀλλοιωθῆναι καὶ ποταμοὺς ἀντὶ τῶν προϋπαρχόντων ἄλλους φανῆναι καὶ λίμνας.
该地区之所以得此名称,是因为在过去该地曾发生过多次灾难;因为该地区虽然拥有当地最多且最繁荣的城市,却遭受了如此巨大的地震,以至于城市和所有居民都消失了,整个地区面目全非,甚至在原有的河流和湖泊之处,出现了其他的河流和湖泊。

词汇与语法注释

  1. §19.44.2πῶς αὐτῷ χρηστέον εἴη — 使用动词性形容词 χρηστέον(源自 χράομαι,意为“对待/处置”)的无人称结构,构成间接疑问从句。αὐτῷ 是由 χράομαι 支配的与格宾语。
  2. §19.44.4εν ᾗ — 关于关系代词 ᾗ(阴性单数与格)的先行词。在语法上,它指向前文的 κώμῃ(村庄,阴性单数)。然而,由于行宫在文意上位于埃克巴坦那(Ἐκβάτανα,中性复数),这产生了一种语法上或语义上的分歧:要么行宫位于该村庄,要么 ᾗ 指代被视为阴性单数城市名的埃克巴坦那,或者指代米底亚(Μηδία)地区。
  3. §19.44.5πλείστας γὰρ ἔχουσα πόλεις — 分词 ἔχουσα(阴性单数主格,指代拉盖地区)最好理解为让步性分词(“虽然拥有最多……”),与后文因地震遭受的毁灭性灾难(τηλικούτους ἔσχε σεισμοὺς ὥστε...)形成强烈对比。虽然也可以作原因解释,但让步解释更能突出该地区在灾难前繁荣景象与灾后惨状的对比。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.44.1-19.44.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.44.1-19.44.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。