Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.45.1-19.45.8

ロドスにおける大洪水の被害と都市の救済

122 / 301 箇所 · ギリシア語

要旨

ロドスで起きた壊滅的な大洪水(三度目の洪水)の様子と、地形やインフラの要因による被害、そして偶然の城壁崩壊によって都市が全滅を免れた経緯を描く。

§19.45.1κατὰ δὲ τούτους τοὺς χρόνους συνέβη γενέσθαι περὶ τὴν Ῥοδίων πόλιν τὸν τρίτον κατακλυσμόν, ὃς πολλοὺς τῶν ἐνοικούντων διέφθειρεν.
\nこの時期、ロドス市民の街の周辺で三度目の洪水が起こり、多くの住民が命を落とした。
ὧν ὁ μὲν πρῶτος ὀλίγα τοῖς ἀνθρώποις ἐνώχλησεν, ὡς ἂν τῆς πόλεως οὔσης νεοκτίστου καὶ διὰ τοῦτο πολλὴν εὐρυχωρίαν ἐχούσης,
これらのうち最初のものは、人々をほとんど悩ませなかった。 それは、都市が建設されたばかりであり、そのため広い空き地を多く有していたからである。
§19.45.2ὁ δὲ δεύτερος μείζων ἐγένετο καὶ πλείω σώματα διέφθειρεν.
\n\n二度目のものはより大きく、より多くの人命を奪った。
ὁ δὲ τελευταῖος ἐπέπεσε μὲν ἔαρος ἀρχομένου, καταρραγέντων ἐξαίφνης μεγάλων ὄμβρων καὶ χαλάζης ἀπίστου τὸ μέγεθος·
そして最後のものは春の初めに襲来したが、突然の大雨と信じられないほどの大きさの雹が降り注いだ。
μνααῖαι γὰρ ἔπιπτον, ἔστι δʼ ὅτε καὶ μείζους, ὥστε πολλὰς μὲν τῶν οἰκιῶν συμπίπτειν διὰ τὸ βάρος, οὐκ ὀλίγους δὲ καὶ τῶν ἀνθρώπων ἀπόλλυσθαι·
というのも、一ミナ(約四三〇グラム)の重さ、時にはそれ以上の雹が降ったため、多くの家屋がその重みで倒壊し、少なからぬ人々が亡くなったからである。
§19.45.3θεατροειδοῦς δʼ οὔσης τῆς Ῥόδου καὶ τὰς ἐγκλίσεις τῶν ὑδάτων κατὰ τὸ πλεῖστον εἰς ἕνα τόπον ποιουμένης εὐθὺς τὰ ταπεινὰ τῆς πόλεως ἐπληροῦτο, τῶν μὲν ὀχετῶν διὰ τὸ δοκεῖν παρεληλυθέναι τὸν χειμῶνα κατημελημένων, τῶν δʼ ἐν τοῖς τείχεσιν ὀβελίσκων συμφραχθέντων.
\n\nロドスは劇場のような形をしており、水の流れの大半が一つの場所に集まるようになっていたため、都市の低地はすぐに水で満たされた。 下水路は、冬が過ぎ去ったと思われていたために放置されており、城壁の排水口も詰まっていたからである。
§19.45.4τοῦ δʼ ὕδατος παραδόξως ἀθροιζομένου πᾶς μὲν ὁ περὶ τὸ δεῖγμα καὶ Διονύσιον τόπος ἐπεπλήρωτο, πρὸς δὲ τὸ Ἀσκληπιεῖον ἤδη τοῦ λιμνάζοντος τόπου προσιόντος ἐκπλαγεῖς μὲν ἦσαν ἅπαντες, πρὸς δὲ τὴν σωτηρίαν διαφόροις ἐχρῶντο κρίσεσιν.
\n\n水が予想外に溜まっていく中、デイグマ(交易所)やディオニュシオン(ディオニュソス神殿)の周辺一帯はすべて水浸しになり、浸水地域がすでにアスクレピエイオン(アスクレピオス神殿)にまで迫るようになると、すべての人が恐怖に陥り、生き延びるためにそれぞれ異なる判断を下した。
§19.45.5οἱ μὲν γὰρ αὐτῶν εἰς τὰ πλοῖα συνέφυγον, οἱ δʼ ἐπὶ τὸ θέατρον ἀνέδραμον, τινὲς δὲ τῶν περικαταλαμβανομένων ὑπὸ τοῦ δεινοῦ διαποροῦντες ἐπὶ τοὺς ὑψηλοτάτους βωμοὺς καὶ τὰς τῶν ἀνδριάντων βάσεις προσανέβησαν.
\n\n彼らのうち、ある者は船へと逃げ込み、ある者は劇場へと駆け上がり、また、迫り来る危機に当惑した一部の者たちは、最も高い祭壇や彫像の台座の上に登った。
§19.45.6κινδυνευούσης δὲ τῆς πόλεως ἄρδην μετὰ τῶν κατοικούντων ἀπολέσθαι βοήθειά τις αὐτόματος ἐγένετο·
\n\n都市が住民とともに完全に滅びる危機に瀕した時、自ずと救いの手が現れた。
τοῦ γὰρ τείχους ῥαγέντος ἐπὶ πολὺν τόπον ἐξέπεσε ταύτῃ τὸ συνεστηκὸς ὕδωρ εἰς τὴν θάλασσαν καὶ ταχὺ πάλιν ἕκαστος εἰς τὴν προϋπάρχουσαν τάξιν ἀποκατέστη.
城壁が広い範囲にわたって崩壊したため、そこに溜まっていた水が海へと流れ出し、人々は速やかに再び元の状態へと戻ったのである。
§19.45.7συνήργησε δὲ τοῖς κινδυνεύουσι καὶ τὸ μεθʼ ἡμέραν γενέσθαι τὸν κατακλυσμόν·
\n\n危機に瀕した人々の助けとなったのは、洪水が昼間に起きたことでもあった。
οἱ γὰρ πλεῖστοι φθάσαντες ἐξεπήδησαν ἐκ τῶν οἰκιῶν εἰς τοὺς μετεώρους τόπους τῆς πόλεως·
というのも、大半の人々は手遅れになる前に家から飛び出して都市の高地へと避難したからである。
πρὸς δὲ τούτοις τὸ μὴ πλινθίνας εἶναι τὰς οἰκίας, ἀλλὰ λιθίνας καὶ διὰ τοῦτο τοὺς ἐπὶ τὰ στέγη καταφυγόντας ἀσφαλῶς διασωθῆναι.
これに加えて、家屋が日干し煉瓦ではなく石造りであったため、屋根の上に避難した人々が安全に救出されたことも幸いした。
§19.45.8ὅμως δὲ τηλικούτων ἀτυχημάτων γενομένων σώματα μὲν διεφθάρη πλείω τῶν πεντακοσίων, οἰκίαι δὲ αἱ μὲν τελέως ἔπεσον, αἱ δὲ διεσείσθησαν.
\n\nそれにもかかわらず、これほど甚大な災厄が生じたため、五百人以上の命が失われ、家屋はあるものは完全に倒壊し、あるものは半壊した。
καὶ τὰ μὲν περὶ τὴν Ῥόδον συμβάντα τοιοῦτον ἔσχε τὸν κίνδυνον.
ロドスで起きた出来事は、このような危機を伴うものであった。

語釈・文法注

  1. 19.45.1ὡς ἂν τῆς πόλεως οὔσης — 接続詞 ὡς に小辞 ἄν が伴い、分詞 οὔσης(属格絶対格)に係ることで、過去の反実仮想的・推測的な理由(「〜であったからと思われるように」)を表している。
  2. 19.45.3ὀβελίσκων — 通常「串」や「オベリスク」を意味するが、ここでは文脈上、城壁に設けられた水抜き用の「排水口」や「導水管」を指す。
  3. 19.45.7φθάσαντες — 動詞 φθάνω(先んじる、~に勝る)の分詞形が絶対的に(目的語や別の分詞を伴わずに)用いられ、「手遅れになる前に」「先を争って」という意味を表している。
  4. 19.45.7τὸ μὴ πλινθίνας εἶναι — 前置詞句 πρὸς δὲ τούτοις(これらに加えて)に並置された冠詞付き不定詞句で、「〜でないこと」という名詞句として、主節の動詞 συνήργησε(助けとなった)の主語の一部を形成している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.45.1-19.45.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.45.1-19.45.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。