§19.37.1κατὰ δὲ τὴν Ἀσίαν Ἀντίγονος μὲν χειμάζων ἐν Γαδαμάλοις τῆς Μηδίας καὶ θεωρῶν τὴν ἑαυτοῦ δύναμιν ἀσθενεστέραν οὖσαν τῆς τῶν πολεμίων ἔσπευδεν ἀνελπίστως αὐτοῖς ἐπιθέσθαι καὶ καταστρατηγῆσαι.
アジアにおいては、アンティゴノスはメディアのガダマラで冬営していたが、自身の軍勢が敵の軍勢よりも弱いことを見て取って、彼らの不意を突いて攻撃し、計略で打ち負かそうと急いだ。
ἐτύγχανον δʼ οὗτοι τὴν χειμασίαν ἔχοντες ἐν πολλοῖς μέρεσι διεζευγμένην, ὥστʼ ἐνίους ἀπʼ ἀλλήλων ἀπέχειν ὁδὸν ἡμερῶν ἕξ.
他方、敵は冬営地を多くの部分に分散させて置いており、その結果、ある者たちは互いに6日間の道のりも離れていた。
§19.37.2τὸ μὲν οὖν διὰ τῆς οἰκουμένης χώρας ὁδοιπορεῖν ἀπεδοκίμασε διὰ τὸ καὶ μακρὰν εἶναι καὶ τοῖς πολεμίοις εὐθεώρητον, τὸ δὲ τολμῆσαι διὰ τῆς ἐρήμου καὶ ἀνύδρου προάγειν ἐπίπονον μὲν ἔκρινεν, εἰς δὲ τὴν βεβουλευμένην ἐπιβολὴν χρησιμώτατον·
それゆえ、人の住む地域を通って進軍することは、道のりが遠く、かつ敵に見つかりやすいため、彼は不適当としたが、荒涼とした水のない地を通ってあえて進むことは、困難ではあるが、計画された作戦には最も有益であると判断した。
οὐ μόνον γὰρ διὰ ταύτης συντόμως ἦν ἐλθεῖν, ἀλλὰ καὶ ῥᾳδίως λαθεῖν ἀπροσδοκήτως ἐπιπεσόντα τοῖς διὰ τὴν ἄγνοιαν διερριμμένοις κατὰ κώμας καὶ ῥᾳθυμοῦσι.
なぜなら、このルートを通れば素早く到着できるだけでなく、無知ゆえに村々に分散して油断している敵に対して、気づかれずに不意に襲いかかることも容易だったからである。
§19.37.3ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχʼ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπʼ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς.
このように考えた彼は、兵士たちに旅立ちの用意をし、火を使わずに食べられる10日分の食糧を準備するよう命じた。 そして自身は、アルメニアに向けて進軍するという噂を流しておきながら、全員の予想に反して突然、砂漠を通って出発した。 季節は冬至の頃であった。
§19.37.4κατὰ δὲ τὰς στρατοπεδείας παρήγγειλε τῆς ἡμέρας μὲν τὰ πυρὰ κάειν, τῆς δὲ νυκτὸς κατασβεννύναι τελέως, ὅπως μή τινες ἐκ τῶν μετεώρων κατανοήσαντες ἀπαγγείλωσι τὸ γινόμενον τοῖς πολεμίοις·
宿営地においては、彼は昼の間は火を燃やし、夜の間は完全に消すように命じた。 高い場所から火の光を認めた何者かが、起きていることを敵に報告しないようにするためであった。
§19.37.5ἦν γὰρ ἡ μὲν ἔρημος πᾶσα σχεδὸν πεδιάς, περιείχετο δὲ ὑπὸ λόφων ὑψηλῶν, ἀφʼ ὧν ῥᾴδιον ἦν ἐκ πολλοῦ διαστήματος συνορᾶν τὴν αὐγὴν τοῦ πυρός.
というのも、その砂漠はほぼ全域が平原であり、周囲を高い丘に囲まれていたため、そこから遠い距離であっても火の光を見分けることが容易だったからである。
ἐπιπόνως δὲ τῆς δυνάμεως πένθʼ ἡμέρας ὁδοιπορούσης οἱ μὲν στρατιῶται διά τε τὸ ψῦχος καὶ τὰς ἀναγκαίας χρείας ἔκαον πῦρ μεθʼ ἡμέραν τε καὶ νύκτωρ ἐν ταῖς στρατοπεδείαις.
軍勢が困難に耐えて5日間進軍したとき、兵士たちは寒さと必要に迫られて、宿営地で昼も夜も火を燃やした。
§19.37.6ὃ δὴ συνιδόντες τινὲς τῶν παρὰ τὴν ἔρημον οἰκούντων ἔπεμψαν τοὺς ἀπαγγελοῦντας αὐθημερὸν τοῖς περὶ Εὐμενῆ καὶ Πευκέστην, δόντες δρομάδας καμήλους·
これに気づいた、砂漠の周辺に住む者たちの一部が、エウメネスやペウケスタスの配下の人々にその日のうちに報告する使者を派遣した。
διατείνει γὰρ τὸ ζῷον τοῦτο σταδίους οὐ πολὺ ἐλάττους χιλίων πεντακοσίων.
彼らは早足のラクダを与えたが、というのも、この動物は1500スタディオンよりそれほど少なくない距離を走り抜けるからである。