Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.37.1-19.37.6

安提柯穿越沙漠与因营火暴露

第 114 段,共 301 段 · 希腊语

内容简介

在亚洲,安提柯计划穿过干旱的沙漠对敌人发动突袭并随即出发;然而,由于士兵因寒冷在夜间生火,被沙漠周边的居民发现,居民随即派人骑着快骆驼去向欧墨奈斯等人通报。

§19.37.1κατὰ δὲ τὴν Ἀσίαν Ἀντίγονος μὲν χειμάζων ἐν Γαδαμάλοις τῆς Μηδίας καὶ θεωρῶν τὴν ἑαυτοῦ δύναμιν ἀσθενεστέραν οὖσαν τῆς τῶν πολεμίων ἔσπευδεν ἀνελπίστως αὐτοῖς ἐπιθέσθαι καὶ καταστρατηγῆσαι.
在亚洲,安提柯在媒体的加达马拉冬营,他看到自己的军力弱于敌人,因此急于对他们发动出其不意的袭击并在智谋上战胜他们。
ἐτύγχανον δʼ οὗτοι τὴν χειμασίαν ἔχοντες ἐν πολλοῖς μέρεσι διεζευγμένην, ὥστʼ ἐνίους ἀπʼ ἀλλήλων ἀπέχειν ὁδὸν ἡμερῶν ἕξ.
而敌人的冬营地恰好分散在许多地方,以至于有些地方彼此相距六天的路程。
§19.37.2τὸ μὲν οὖν διὰ τῆς οἰκουμένης χώρας ὁδοιπορεῖν ἀπεδοκίμασε διὰ τὸ καὶ μακρὰν εἶναι καὶ τοῖς πολεμίοις εὐθεώρητον, τὸ δὲ τολμῆσαι διὰ τῆς ἐρήμου καὶ ἀνύδρου προάγειν ἐπίπονον μὲν ἔκρινεν, εἰς δὲ τὴν βεβουλευμένην ἐπιβολὴν χρησιμώτατον·
因此,他拒绝了穿过有人烟地区的进军路线,因为那既漫长又容易被敌人发现;但他认为,冒险穿越荒凉无水的沙漠虽然艰苦,但对于计划中的突袭最为有利。
οὐ μόνον γὰρ διὰ ταύτης συντόμως ἦν ἐλθεῖν, ἀλλὰ καὶ ῥᾳδίως λαθεῖν ἀπροσδοκήτως ἐπιπεσόντα τοῖς διὰ τὴν ἄγνοιαν διερριμμένοις κατὰ κώμας καὶ ῥᾳθυμοῦσι.
因为走这条路不仅能快速到达,而且很容易不被察觉地袭击那些因毫无防备而分散在各村庄且松懈大意的敌人。
§19.37.3ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχʼ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπʼ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς.
考虑到这些,他命令士兵们做好出发的准备,并备好十天份无需生火的口粮,而他自己则散布谣言称将向亚美尼亚进军,随后出乎所有人的意料,突然穿过沙漠出发,当时正值冬至时节。
§19.37.4κατὰ δὲ τὰς στρατοπεδείας παρήγγειλε τῆς ἡμέρας μὲν τὰ πυρὰ κάειν, τῆς δὲ νυκτὸς κατασβεννύναι τελέως, ὅπως μή τινες ἐκ τῶν μετεώρων κατανοήσαντες ἀπαγγείλωσι τὸ γινόμενον τοῖς πολεμίοις· §19.37.5ἦν γὰρ ἡ μὲν ἔρημος πᾶσα σχεδὸν πεδιάς, περιείχετο δὲ ὑπὸ λόφων ὑψηλῶν, ἀφʼ ὧν ῥᾴδιον ἦν ἐκ πολλοῦ διαστήματος συνορᾶν τὴν αὐγὴν τοῦ πυρός.
在营地中,他命令白天生火,夜间则完全熄灭,以免有人从高处察觉,将这一情况通报给敌人;因为这片沙漠几乎全是一平如洗的平原,但周围环绕着高山,从那里很容易在很远的地方就看清火光。
ἐπιπόνως δὲ τῆς δυνάμεως πένθʼ ἡμέρας ὁδοιπορούσης οἱ μὲν στρατιῶται διά τε τὸ ψῦχος καὶ τὰς ἀναγκαίας χρείας ἔκαον πῦρ μεθʼ ἡμέραν τε καὶ νύκτωρ ἐν ταῖς στρατοπεδείαις.
然而,当军队艰难地行军了五天之后,士兵们由于寒冷和日常必需的需要,在营地里白天黑夜都生火。
§19.37.6ὃ δὴ συνιδόντες τινὲς τῶν παρὰ τὴν ἔρημον οἰκούντων ἔπεμψαν τοὺς ἀπαγγελοῦντας αὐθημερὸν τοῖς περὶ Εὐμενῆ καὶ Πευκέστην, δόντες δρομάδας καμήλους· διατείνει γὰρ τὸ ζῷον τοῦτο σταδίους οὐ πολὺ ἐλάττους χιλίων πεντακοσίων.
居住在沙漠边缘的一些人注意到了这一点,他们派人骑着单峰快速骆驼,在当天就向欧墨奈斯和培乌克斯塔斯的人通报了这一消息;因为这种动物跑完的距离不少于一千五百斯塔德。

词汇与语法注释

  1. §19.37.1ἐτύγχανον ... ἔχοντες — 动词 τυγχάνω 与主格分词 ἔχοντες 连用,构成助动词式的结构,用以强调主语当时的实际状态(“实际正……”或“恰巧……”)。
  2. ¦p.v.5.p.62¦λαθεῖν ... ἐπιπεσόντα — 动词 λανθάνω 的不定式 λαθεῖν 与分词 ἐπιπεσόντα(宾格)连用,表示“不被察觉地袭击”。此处使用宾格是为了与不定式省略的逻辑主语保持一致。
  3. §19.37.6τοῖς περὶ Εὐμενῆ καὶ Πευκέστην — 介词 περί 后接宾格的惯用法,不仅指领袖本人,还包括“欧墨奈斯、培乌克斯塔斯及其部属(阵营)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.37.1-19.37.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.37.1-19.37.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。