§19.36.1ὃς τότε διελθὼν τὰ κατὰ Περραιβίαν στενὰ καὶ παραγενόμενος πλησίον τῆς Πύδνης τὴν μὲν πόλιν περιεχαράκωσεν ἐκ θαλάττης εἰς θάλατταν, παρὰ δὲ τῶν συμμαχεῖν βουλομένων μετεπέμπετο ναῦς καὶ βέλη παντοδαπὰ καὶ μηχανάς, διανοούμενος πολιορκεῖν τοὺς μετʼ Ὀλυμπιάδος καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
彼[カッサンドロス]はそのとき、ペッライビア周辺の隘路を通過してピュドナの近くに到着すると、この都市を海から海へと柵で囲い、同盟を望む者たちからは船やあらゆる種類の飛び道具や攻城兵器を取り寄せた。 オリンピアスの配下の人々を陸からも海からも包囲攻撃するつもりだったからである。
§19.36.2πυθόμενος δʼ Αἰακίδην τὸν Ἠπειρωτῶν βασιλέα μετὰ δυνάμεως μέλλειν βοηθήσειν Ὀλυμπιάδι, στρατηγὸν ἐξέπεμψεν Ἀταρρίαν, δοὺς στρατόπεδον καὶ συντάξας ἀπαντᾶν τοῖς Ἠπειρώταις.
エペイロス人の王アイアキデスが軍勢を率いてオリンピアスを助けに来るつもりであると知ると、彼はアタルリアスを将軍として派遣し、軍勢を与えてエペイロス人たちを迎え撃つよう命じた。
§19.36.3οὗ ταχὺ τὸ προσταχθὲν ποιήσαντος καὶ τὰς ἐξ Ἠπείρου παρόδους προκαταλαβομένου συνέβη τὸν Αἰακίδην ἄπρακτον γενέσθαι.
彼[アタルリアス]が命じられたことを速やかに実行し、エペイロスからの通路をあらかじめ占拠したため、アイアキデスは成果を上げられない結果となった。
καὶ γὰρ τὸ πλῆθος τῶν Ἠπειρωτῶν ἀκουσίως ἐστράτευσεν ἐπὶ Μακεδονίας καὶ στάσιν ἐποίει κατὰ τὴν παρεμβολήν·
というのも、エペイロス人の大部分は不本意ながらマケドニアへ向けて出征しており、陣営内で反乱を起こしたからである。
ὁ δὲ Αἰακίδης ἐκ παντὸς τρόπου βουλόμενος βοηθεῖν Ὀλυμπιάδι τοὺς μὲν ἀλλοτρίως διακειμένους ἀπέλυσε τῆς στρατείας, τοὺς δὲ συγκινδυνεύειν βουλομένους ἀναλαβὼν προθυμίαν μὲν εἶχε τοῦ διακινδυνεύειν, οὐκ ἀξιόμαχος δʼ ἦν ὡς ἂν ὀλίγου καταλελειμμένου τοῦ περὶ αὐτὸν συστήματος.
アイアキデスはあらゆる手段でオリンピアスを助けたいと望み、非好意的な態度をとる者たちを軍務から解放し、危険をともにすることを望む者たちだけを引き連れて危険に立ち向かおうとする熱意はあったものの、彼の周囲に残された兵力がわずかであったため、戦えるだけの十分な力はなかった。
§19.36.4οἱ δὲ χωρισθέντες τῶν Ἠπειρωτῶν εἰς τὰς πατρίδας κατεστασίασαν ἀπόντα τὸν βασιλέα καὶ κοινῷ δόγματι φυγὴν αὐτοῦ καταγνόντες πρὸς Κάσανδρον ἐποιήσαντο συμμαχίαν.
一方、離脱したエペイロス人たちはそれぞれの故郷に帰ると、不在の王に対して反乱を起こし、共同の決議によって彼の追放を宣告し、カッサンドロスと同盟を結んだ。
ὅπερ οὐδέποτε γενέσθαι συνέβη κατὰ τὴν Ἤπειρον ἀφʼ οὗ Νεοπτόλεμος ὁ Ἀχιλλέως ἐβασίλευσε τῆς χώρας·
このようなことは、アキレウスの息子ネオプトレモスがこの地を支配して以来、エペイロスにおいては一度も起こったことがない事態であった。
ἀεὶ γὰρ παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν δυναστείαν ἐναπέθνησκε ταῖς βασιλείαις μέχρι τῶνδε τῶν καιρῶν.
なぜなら、常に子は父から支配権を受け継ぎ、この時代に至るまで王位に就いたまま世を去ったからである。
§19.36.5Κασάνδρου δὲ παραλαβόντος τὴν Ἤπειρον τῇ συμμαχίᾳ καὶ πέμψαντος εἰς αὐτὴν ἐπιμελητὴν ἅμα καὶ στρατηγὸν Λυκίσκον οἱ πρότερον κατὰ Μακεδονίαν διστάζοντες περὶ τῆς συμμαχίας ἀπήλπισαν μὲν τὰ κατʼ Ὀλυμπιάδα πράγματα, τῷ δὲ Κασάνδρῳ προσέθεντο.
カッサンドロスが同盟によってエペイロスを手に入れ、そこに管理人かつ将軍としてリュキスコスを派遣したため、以前マケドニアにおいて同盟について迷っていた者たちは、オリンピアスの形勢に絶望し、カッサンドロスに加担した。
μιᾶς δʼ οὔσης αὐτῇ βοηθείας τῆς παρὰ Πολυπέρχοντος συνέβη καὶ ταύτην συντριβῆναι παραδόξως·
彼女に残された唯一の援助はポリュペルコンからのものであったが、思いがけない方法でこれもまた打ち砕かれることになった。
§19.36.6ὁ γὰρ ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς Κάλλας ἐπειδὴ πλησίον γενόμενος τοῦ Πολυπέρχοντος κατεστρατοπέδευσεν ἐν τῇ Περραιβίᾳ, διέφθειρε τῶν μετʼ αὐτοῦ στρατιωτῶν τοὺς πλείστους χρήμασιν, ὥστε ὀλίγους τοὺς μάλιστα πιστοὺς ἀπολειφθῆναι.
というのも、カッサンドロスによって派遣された将軍カラスは、ペッライビアにおいてポリュペルコンの近くに到着して陣を張ると、彼[ポリュペルコン]の配下の兵士たちの大部分を金銭で買収し、その結果、最も忠実なわずかな者たちだけが残されることになったからである。
αἱ μὲν οὖν Ὀλυμπιάδος ἐλπίδες ἐν ὀλίγῳ χρόνῳ τοῦτον τὸν τρόπον ἐταπεινώθησαν.
こうして、オリンピアスの希望は短い時間のうちに、このようにして打ち砕かれた。