§19.38.1οἱ δὲ περὶ τὸν Πευκέστην πυθόμενοι κατὰ μέσην τὴν ὁδὸν ἑωρᾶσθαι τὴν στρατοπεδείαν, διέγνωσαν ἀναχωρεῖν εἰς τοὺς ἐσχάτους τόπους τῆς χειμασίας, φοβούμενοι μὴ καταληφθῶσιν ὑπὸ τῶν πολεμίων πρὶν ἢ συνελθεῖν πανταχόθεν τὴν συμμαχοῦσαν δύναμιν.
ペウケスタスの配下の人々は、道中で自分たちの宿営地が目撃されたと知ると、同盟関係にある軍勢が四方から集結する前に敵に追いつかれることを恐れ、冬営地の最も奥まった地域へと退却することを決意した。
§19.38.2ὧν ὁρῶν τὴν ἀθυμίαν Εὐμενὴς θαρρεῖν παρεκελεύετο καὶ μένειν ἐπὶ τῶν ὅρων τῆς ἐρήμου·
彼らの落胆を見て、エウメネスは勇気を出して砂漠の境界にとどまるよう勧めた。
εὑρηκέναι γὰρ τρόπον δι’ οὗ ποιήσει τὸν Ἀντίγονον ὕστερον ἡμέραις τρισὶν ἢ τέτταρσι παραγενέσθαι·
なぜなら彼は、アンティゴノスの到着を3日か4日遅らせる方法を見出したと語ったからである。
τούτου δὲ γενομένου τὴν μὲν ἑαυτῶν δύναμιν ῥᾳδίως ἀθροισθήσεσθαι, τοὺς δὲ πολεμίους καταπεπονημένους καὶ πάντων ἐνδεεῖς ὄντας ὑποχειρίους γενήσεσθαι.
そして、これが実現すれば、自分たちの軍勢は容易に集結し、敵は疲れ果ててあらゆるものを欠いた状態で自分たちの手中に落ちるだろう(と語った)。
§19.38.3πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτʼ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ.
全員がこの約束の意外さに驚き、敵の進軍を阻止できるものが一体何であるかを知ろうとしたとき、エウメネスはすべての指揮官に対し、それぞれの兵士を率いて自分に付き従い、多くの器に火を入れて持ってくるよう命じた。
ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν ἑβδομήκοντα σταδίων περιφέρειαν.
彼は高地の中で砂漠に面し、四方からの見通しが良い場所を選び出し、目印を置いておよそ70スタディオンの周囲を囲い込んだ。
διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν.
そして、付き従う者たちそれぞれに場所を割り当て、夜間におよそ20ペーキュスの間隔を空けて火を燃やすように指示した。 すなわち、第一の交代時間には、まだ起きていて身の回りの世話や夕食の準備をしているかのように見せかけるために大きな炎を立て、第二の交代時間にはそれを小さくし、第三の交代時間には極めてわずかだけ火を残すように命じた。 これは、離れた場所から見る人々に、本物の宿営地であるかのように思わせるためであった。
§19.38.4τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ.
兵士たちが命じられた通りにしたところ、向かいの山岳地帯を牧地としており、メディアのサトラップであるペイトンと友好関係にある者たちのうちの幾人かがその火に気づいた。
δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.
彼らはそれを本当に宿営地であると思い込み、平原へと駆け下りてアンティゴノスやペイトンの一行に報告した。
§19.38.5οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις·
彼らは思いがけないことに驚愕し、進軍を一時停止して、報告された事態にどのように対処すべきかを協議した。
ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν.
なぜなら、疲弊しあらゆるものに窮している状態で、すでに集結しあらゆるものに不自由していない敵と交戦することは危険だったからである。
§19.38.6ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπʼ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφʼ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.
彼らは裏切りがあったに違いないと推測し、敵があらかじめこれから起こることを聞き及んで集結したのだと考えて、直進することを諦め、右へ進路を変えて人の住む地域の各方面へと進み、疲労困憊した軍勢を回復させようとした。