§19.19.1τὴν τῶν πλοίων σπάνιν, ἀδύνατον δὲ εἶναι νομίζων τὴν διάβασιν ἀνέζευξεν ἐπὶ πόλεως Βαδάκης, ἣ κεῖται παρὰ τὸν Εὔλαιον ποταμόν.
船の不足のために(助けることができず)、また渡河は不可能であると考えて、エウライオス川のほとりにあるバダケの街へと移動した。
οὔσης δὲ τῆς ὁδοιπορίας ἐμπύρου διὰ τὸ μέγεθος τῶν καυμάτων διεφθάρη τε πολλὰ σώματα καὶ τὸ στρατόπεδον εἰς ἀθυμίαν ἐνέπεσεν.
しかし、酷暑の激しさのために行軍が灼熱であったので、多くの兵士が落命し、軍営は意気消沈した。
§19.19.2οὐ μὴν ἀλλʼ ἐν τῇ προειρημένῃ πόλει μείνας ἡμέρας τινὰς καὶ τὸ στρατόπεδον ἐκ τῆς κακοπαθείας ἀναλαβὼν ἔκρινε συμφέρειν ἀναζευγνύειν εἰς Ἐκβάτανα τῆς Μηδικῆς κἀκεῖθεν ὁρμώμενος κατακτᾶσθαι τὰς ἄνω σατραπείας.
とはいえ、前述の街に数日間留まり、苦難から軍勢を回復させると、彼はメディアのエクバタナへと移動し、そこから出発して上方のサトラップ領を征服するのが有利であると判断した。
οὐσῶν δʼ ὁδῶν δύο τῶν φερουσῶν εἰς Μηδίαν ἑκατέρᾳ προσῆν τι δυσχερές·
メディアへと通じる道は二つあったが、そのどちらにも困難な点があった。
ἡ μὲν γὰρ ἐπὶ Κόλωνος ὑπῆρχε καλὴ καὶ βασιλική, καυματώδης δὲ καὶ μακρά, παρεκτείνουσα σχεδὸν ἐφʼ ἡμέρας τεσσαράκοντα, ἡ δὲ διὰ τῶν Κοσσαίων ἐθνῶν χαλεπὴ μὲν καὶ στενὴ καὶ παράκρημνος καὶ διὰ πολεμίας, ἔτι δὲ τῶν ἀναγκαίων σπανίζουσα, σύντομος δὲ καὶ κατεψυγμένη.
というのも、一方のコロノスを通る道は平坦で王の道であったが、暑くて長く、ほぼ四十日間にわたって延びていた。 他方のコッサイオイ人の諸部族の土地を通る道は、険しく、狭く、崖だらけで、敵地を通り、さらに必需品にも事欠いたが、近道であり、涼しかった。
§19.19.3οὐ ῥᾴδιον δʼ ἐστὶ ταύτην παρελθεῖν στρατόπεδον ἄνευ τοῦ πεῖσαι τοὺς τὴν ὀρεινὴν οἰκοῦντας βαρβάρους·
しかし、その山岳地帯に住むバルバロイを説得することなしには、軍勢がこの道を通り抜けるのは容易ではなかった。
αὐτόνομοι γὰρ ὄντες ἐκ παλαιῶν χρόνων κατοικοῦσιν ἐν σπηλαίοις, προσφέρονται δὲ βαλάνους καὶ μύκητας, ἔτι δὲ τεταριχευμένα κρέα τῶν ἀγρίων ζῴων.
というのも、彼らは古くから独立しており、洞窟に住み、ドングリやキノコ、さらには野生動物の塩蔵肉を食べて暮らしているからである。
§19.19.4τούτους Ἀντίγονος πεῖσαι μὲν ἢ δωροδοκεῖν ἀγεννὲς ἡγεῖτο, τηλικαύτης αὐτῷ δυνάμεως συνακολουθούσης, προχειρισάμενος δὲ τῶν πελταστῶν τοὺς ἐπισημοτάτους καὶ τοὺς τοξότας καὶ τοὺς σφενδονήτας καὶ τοὺς ἄλλους ψιλοὺς εἰς δύο μέρη διελόμενος τοὺς μὲν Νεάρχῳ παρέδωκε, προστάξας προάγειν καὶ τὰ στενὰ καὶ τὰς δυσχωρίας προκαταλαμβάνεσθαι, τοὺς δὲ ἄλλους παρʼ ὅλην τὴν ὁδὸν τάξας αὐτὸς μὲν μετὰ τῆς φάλαγγος προῆγεν, ἐπὶ δὲ τῆς οὐραγίας ἔταξε Πίθωνα.
これほどの大軍を従えているのに、彼らを説得したり買収したりすることは、己の尊厳を損なうことだとアンティゴノスは考えた。 そこで彼は、軽装歩兵のうちで最も優秀な者たちや、弓兵、投石兵、その他の軽装兵を選び出し、それらを二つの部隊に分けて、一方をネアルコスに委ね、先行して隘路や険路をあらかじめ占拠するよう命じた。 そして、残りの者を道沿い全体に配置し、自身はファランクスとともに進み、後衛にはピュトンを配備した。
§19.19.5οἱ μὲν οὖν μετὰ Νεάρχου προαποσταλέντες ὀλίγας μὲν σκοπὰς προκατελάβοντο, τῶν δὲ πολλῶν καὶ μάλιστα ἀναγκαίων τόπων ὑστερήσαντες συχνοὺς ἀπέβαλον καὶ μόλις διεξέπεσαν ἐπικειμένων τῶν βαρβάρων.
こうしてネアルコスとともにおらかじめ派遣された者たちは、わずかな監視所をあらかじめ占拠したものの、多くの、とりわけ不可欠な場所の占拠に遅れたため、多くの者を失い、バルバロイが襲いかかる中でかろうじて通り抜けた。
§19.19.6οἱ δὲ περὶ τὸν Ἀντίγονον ἐπειδή ποθʼ ἧκον ἐπὶ τὰς δυσχωρίας, ἀβοηθήτοις κινδύνοις περιέπιπτον.
アンティゴノスの一行は、ついにその険路に達すると、手の施しようのない危険に直面した。
οἱ γὰρ ἐγχώριοι τῶν τόπων ἔμπειροι καθεστῶτες καὶ τοὺς κρημνοὺς προκατειληφότες ἐπεκύλιον τοῖς ὁδοιποροῦσι πέτρας συνεχεῖς καὶ μεγάλας·
現地の人々は土地の地理に精通しており、あらかじめ崖を占拠していたため、進軍する者たちに次々と巨大な岩を転がし落としたのである。
ἅμα δὲ καὶ τοῖς τόξοις πυκνοῖς χρώμενοι κατετίτρωσκον τοὺς μήτε ἀμύνασθαι μήτʼ ἐκκλῖναι τὰ βέλη δυναμένους διὰ τὴν δυσχωρίαν τῶν τόπων.
と同時に、弓を激しく射ることで、土地が険しいために防戦することも矢を避けることもできない者たちを負傷させた。
§19.19.7κρημνώδους δʼ οὔσης καὶ δυσβάτου τῆς ὁδοῦ συνέβαινε τούς τε ἐλέφαντας καὶ τοὺς ἱππεῖς, ἔτι δὲ τοὺς ἐν τοῖς βαρέσιν ὅπλοις κινδυνεύειν ἅμα καὶ πονεῖν, ἀδυνατοῦντας ἑαυτοῖς βοηθῆσαι.
また道が崖だらけで通行困難であったため、象や騎兵、さらには重装の武具を身につけた者たちまでもが、自らを助けることもできずに、危険にさらされると同時に苦しむことになった。
§19.19.8εἰς τοιαύτην δʼ ἀμηχανίαν συγκλεισθεὶς Ἀντίγονος μετεμέλετο μὲν ἐπὶ τῷ μὴ πεισθῆναι τοῖς περὶ Πίθωνα, συμβουλεύουσι χρημάτων πρίασθαι τὴν πάροδον·
このような窮地に追い込まれたアンティゴノスは、金銭で通行権を買い取るように勧めていたピュトンらの忠告に従わなかったことを後悔した。
οὐ μὴν ἀλλὰ πολλοὺς ἀποβαλὼν καὶ τοῖς ὅλοις κινδυνεύσας διεσώθη μόγις ἐνναταῖος εἰς τὴν οἰκουμένην τῆς Μηδίας.
とはいえ、多くの兵を失い、全軍崩壊の危機に陥りながらも、彼は九日目にメディアの居住可能な地域へと、かろうじて逃げのびた。