§19.20.1τὸ δὲ στρατόπεδον διὰ τὴν συνέχειαν τῶν κακῶν καὶ τὴν ὑπερβολὴν τῆς κακοπαθίας ἐν αἰτίαις εἶχε τὸν Ἀντίγονον, ὥστε φωνὰς προΐεσθαι δυσχερεῖς·
しかし、軍勢は絶え間ない災難と度を越した苦難のためにアンティゴノスを非難し、不平の声を漏らすほどであった。
ἐν ἡμέραις γὰρ τεσσαράκοντα τρισὶ μεγάλοις ἀτυχήμασι περιεπεπτώκεισαν.
というのも、四十日の間に彼らは三つの大きな災難に見舞われたからである。
οὐ μὴν ἀλλὰ φιλανθρώπως ὁμιλήσας τοῖς στρατιώταις ὁ Ἀντίγονος καὶ κατασκευασάμενος δαψιλῆ χορηγίαν πάντων τῶν ἐπιτηδείων ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς κακοπαθίας.
しかしながら、アンティゴノスは兵士たちに温厚に語りかけ、またすべての必需品の豊富な供給を整えて、苦難から軍勢を回復させた。
§19.20.2Πίθωνα δʼ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος.
そして彼はピュトンを派遣し、メディア全土を巡ってできるだけ多くの騎兵と軍馬、さらには多数の荷役獣を集めるよう命じた。
§19.20.3τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας ὁ Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δʼ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον, καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων.
この地は常に四足獣に満ちていたので、ピュトンは命じられたことを容易に成し遂げて、二千人の騎兵、また装備一式を備えた千頭以上の馬、全軍の装備を整えることができるほどの非常に多数の荷役獣、そしてさらに王の資金から五百タラントンを率いて戻ってきた。
§19.20.4ὁ δʼ Ἀντίγονος τοὺς μὲν ἱππεῖς εἰς τάξεις κατέστησε, τοὺς δʼ ἵππους τοῖς ἀπολωλεκόσι διαδοὺς καὶ τὸ πλῆθος τῶν ὑποζυγίων διαχαρισάμενος ἀνεκτήσατο τὴν παρὰ τῶν στρατιωτῶν εὔνοιαν.
アンティゴノスは騎兵たちを部隊に配属し、馬を失った者たちに馬を分配し、また多数 of 荷役獣を分け与えることで、兵士たちからの好意を取り戻した。