Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.19.1-19.19.8

安提柯穿越考赛人领地与遭受重创

第 96 段,共 301 段 · 希腊语

内容简介

安提柯试图经由巴达克前往米底,但他选择了一条穿过考赛人领地的近路,结果因地势险峻及当地部落的袭击而遭受了巨大损失。

§19.19.1τὴν τῶν πλοίων σπάνιν, ἀδύνατον δὲ εἶναι νομίζων τὴν διάβασιν ἀνέζευξεν ἐπὶ πόλεως Βαδάκης, ἣ κεῖται παρὰ τὸν Εὔλαιον ποταμόν.
(由于)船只的缺乏(而无法提供帮助),而且他认为渡河是不可能的,于是率军前往位于尤莱乌斯河畔的巴达克城。
οὔσης δὲ τῆς ὁδοιπορίας ἐμπύρου διὰ τὸ μέγεθος τῶν καυμάτων διεφθάρη τε πολλὰ σώματα καὶ τὸ στρατόπεδον εἰς ἀθυμίαν ἐνέπεσεν.
由于天气极度酷热,行军过程如烈火焚烧,导致许多士兵丧生,全军陷入了沮丧。
§19.19.2οὐ μὴν ἀλλʼ ἐν τῇ προειρημένῃ πόλει μείνας ἡμέρας τινὰς καὶ τὸ στρατόπεδον ἐκ τῆς κακοπαθείας ἀναλαβὼν ἔκρινε συμφέρειν ἀναζευγνύειν εἰς Ἐκβάτανα τῆς Μηδικῆς κἀκεῖθεν ὁρμώμενος κατακτᾶσθαι τὰς ἄνω σατραπείας.
然而,他在上述城市停留了几天,让军队从苦难中恢复过来,之后他认为行军至米底的埃克巴坦那,并以此为基地去征服上方的各行省是有利的。
οὐσῶν δʼ ὁδῶν δύο τῶν φερουσῶν εἰς Μηδίαν ἑκατέρᾳ προσῆν τι δυσχερές· ἡ μὲν γὰρ ἐπὶ Κόλωνος ὑπῆρχε καλὴ καὶ βασιλική, καυματώδης δὲ καὶ μακρά, παρεκτείνουσα σχεδὸν ἐφʼ ἡμέρας τεσσαράκοντα, ἡ δὲ διὰ τῶν Κοσσαίων ἐθνῶν χαλεπὴ μὲν καὶ στενὴ καὶ παράκρημνος καὶ διὰ πολεμίας, ἔτι δὲ τῶν ἀναγκαίων σπανίζουσα, σύντομος δὲ καὶ κατεψυγμένη.
通往米底的两条道路中,每一条都各有其难处:因为其中一条经过科洛诺斯,虽然道路平坦且为皇家大道,但天气炎热且路途遥远,几乎要走四十天;而另一条穿过考赛人各部落的道路,虽然艰难、狭窄、险峻且处于敌国境内,而且缺乏必需品,但路程短且凉爽。
§19.19.3οὐ ῥᾴδιον δʼ ἐστὶ ταύτην παρελθεῖν στρατόπεδον ἄνευ τοῦ πεῖσαι τοὺς τὴν ὀρεινὴν οἰκοῦντας βαρβάρους· αὐτόνομοι γὰρ ὄντες ἐκ παλαιῶν χρόνων κατοικοῦσιν ἐν σπηλαίοις, προσφέρονται δὲ βαλάνους καὶ μύκητας, ἔτι δὲ τεταριχευμένα κρέα τῶν ἀγρίων ζῴων.
然而,如果不说服居住在山区的野蛮人,军队要通过这条路并不容易;因为他们自古以来就保持独立,居住在洞穴中,以橡子、蘑菇以及野兽的腌肉为食。
§19.19.4τούτους Ἀντίγονος πεῖσαι μὲν ἢ δωροδοκεῖν ἀγεννὲς ἡγεῖτο, τηλικαύτης αὐτῷ δυνάμεως συνακολουθούσης, προχειρισάμενος δὲ τῶν πελταστῶν τοὺς ἐπισημοτάτους καὶ τοὺς τοξότας καὶ τοὺς σφενδονήτας καὶ τοὺς ἄλλους ψιλοὺς εἰς δύο μέρη διελόμενος τοὺς μὲν Νεάρχῳ παρέδωκε, προστάξας προάγειν καὶ τὰ στενὰ καὶ τὰς δυσχωρίας προκαταλαμβάνεσθαι, τοὺς δὲ ἄλλους παρʼ ὅλην τὴν ὁδὸν τάξας αὐτὸς μὲν μετὰ τῆς φάλαγγος προῆγεν, ἐπὶ δὲ τῆς οὐραγίας ἔταξε Πίθωνα.
安提柯认为,在有如此大军跟随自己的情况下,去说服或贿赂他们是件有失尊严的事。 于是,他选拔了轻盾兵中最优秀的士兵,以及弓箭手、投石兵和其他轻装兵,将他们分为两部分:一部分交给尼阿库斯,命令他带兵前进并预先占领隘口和险要之地;另一部分则部署在整条道路沿线,而他自己率领方阵前进,并指派培松担任后卫。
§19.19.5οἱ μὲν οὖν μετὰ Νεάρχου προαποσταλέντες ὀλίγας μὲν σκοπὰς προκατελάβοντο, τῶν δὲ πολλῶν καὶ μάλιστα ἀναγκαίων τόπων ὑστερήσαντες συχνοὺς ἀπέβαλον καὶ μόλις διεξέπεσαν ἐπικειμένων τῶν βαρβάρων.
于是,随尼阿库斯预先出发的士兵虽然预先占领了少数几个哨所,但在许多最关键的地点却迟了一步,在野蛮人的紧逼之下,他们损失了许多人,才艰难地通过。
§19.19.6οἱ δὲ περὶ τὸν Ἀντίγονον ἐπειδή ποθʼ ἧκον ἐπὶ τὰς δυσχωρίας, ἀβοηθήτοις κινδύνοις περιέπιπτον.
而安提柯一行人在抵达险要之地时,陷入了无法解脱的危险中。
οἱ γὰρ ἐγχώριοι τῶν τόπων ἔμπειροι καθεστῶτες καὶ τοὺς κρημνοὺς προκατειληφότες ἐπεκύλιον τοῖς ὁδοιποροῦσι πέτρας συνεχεῖς καὶ μεγάλας· ἅμα δὲ καὶ τοῖς τόξοις πυκνοῖς χρώμενοι κατετίτρωσκον τοὺς μήτε ἀμύνασθαι μήτʼ ἐκκλῖναι τὰ βέλη δυναμένους διὰ τὴν δυσχωρίαν τῶν τόπων.
因为当地人熟悉地形,且预先占领了悬崖,不断向行军的队伍滚下巨大而连绵的石块;同时,他们密集地使用弓箭,射伤了那些由于地形险恶而既无法还击也无法躲避飞矢的士兵。
§19.19.7κρημνώδους δʼ οὔσης καὶ δυσβάτου τῆς ὁδοῦ συνέβαινε τούς τε ἐλέφαντας καὶ τοὺς ἱππεῖς, ἔτι δὲ τοὺς ἐν τοῖς βαρέσιν ὅπλοις κινδυνεύειν ἅμα καὶ πονεῖν, ἀδυνατοῦντας ἑαυτοῖς βοηθῆσαι.
由于道路险峻且难以通行,象群、骑兵以及身披重甲的士兵不仅面临危险,同时也疲惫不堪,无法自救。
§19.19.8εἰς τοιαύτην δʼ ἀμηχανίαν συγκλεισθεὶς Ἀντίγονος μετεμέλετο μὲν ἐπὶ τῷ μὴ πεισθῆναι τοῖς περὶ Πίθωνα, συμβουλεύουσι χρημάτων πρίασθαι τὴν πάροδον·
陷入如此绝境的安提柯,后悔没有听从培松等人的建议,他们曾建议用金钱买通这条通路。
οὐ μὴν ἀλλὰ πολλοὺς ἀποβαλὼν καὶ τοῖς ὅλοις κινδυνεύσας διεσώθη μόγις ἐνναταῖος εἰς τὴν οἰκουμένην τῆς Μηδίας.
然而,在损失了许多士兵并使全军面临覆灭危险之后,他终于在第九天艰难地脱险,抵达了米底有人烟的地区。

词汇与语法注释

  1. §19.19.1τὴν τῶν πλοίων σπάνιν — 此宾格名词短语受上一分卷结尾的介词 διὰ 支配。由于句子跨越了章节边界,翻译时需在逻辑上将其与前句的动词 οὐκ ἴσχυσε βοηθῆσαι 相联系。
  2. §19.19.3προσφέρονται — 动词 προσφέρω 的中间语态(直说兵现在时第三人称复数)在此处具有“食用、摄取(食物)”的特殊含义,支配宾格的 βαλάνους 等词。
  3. §19.19.4τούτους Ἀντίγονος πεῖσαι μὲν ἢ δωροδοκεῖν ἀγεννὲς ἡγεῖτο — 这是一个以 ἡγεῖτο(未完成过去时)为主动词的结构,中性单数形容词 ἀγεννὲς 为宾语补足语,而不定式短语 πεῖσαι μὲν ἢ δωροδοκεῖν(以 τούτους 为宾语)作为实质上的主语。
  4. §19.19.8ἐνναταῖος — 这是古典希腊语的一种惯用表达,表示天数的形容词以主格形式出现,但在语义上起副词作用,意为“在第九天”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.19.1-19.19.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.19.1-19.19.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。