§19.15.1ἐπεὶ δὲ παρεγενήθησαν εἰς τὴν Σουσιανὴν πρὸς τοὺς περὶ τὸν Εὐμενῆ, συνήγαγον ἐκκλησίαν κοινήν, ἐν ᾗ πολλὴν συνέβη γενέσθαι φιλοτιμίαν ὑπὲρ τῆς ἡγεμονίας.
彼らがスシアナに到着し、エウメネスとその一派に合流すると、共同の集会を招集したが、そこで指揮権をめぐって大きな対抗意識が生じることとなった。
Πευκέστης μὲν γὰρ διά τε τὸ πλῆθος τῶν §19.15.2συναγωνιζομένων καὶ τὴν παρʼ Ἀλεξάνδρου προαγωγὴν ἑαυτὸν ᾤετο δεῖν ἔχειν τὴν τῶν πάντων ἡγεμονίαν, Ἀντιγένης δὲ τῶν ἀργυρασπίδων Μακεδόνων στρατηγῶν ἔφη δεῖν δοθῆναι τὴν ἐξουσίαν τῆς αἱρέσεως τοῖς μετʼ αὐτοῦ Μακεδόσιν, συγκαταπεπολεμηκόσιν Ἀλεξάνδρῳ τὴν Ἀσίαν καὶ γεγονόσι διὰ τὰς ἀρετὰς ἀνικήτοις.
というのも、ペウケスタスは味方する兵の多さと、アレクサンドロスによる引き立てのゆえに、自らが全体の指揮権を持つべきだと考えていたからであり、他方、銀盾兵たるマケドニア兵を率いる将軍アンティゲネスは、選択の権限は自らと共にいて、アレクサンドロスと共にアジアを戦い抜き、その勇猛さゆえに無敵となったマケドニア兵たちに与えられるべきだと主張したからである。
§19.15.3Εὐμενὴς δὲ φοβούμενος μὴ διὰ τὴν πρὸς ἀλλήλους στάσιν εὐχείρωτοι κατασταθῶσιν Ἀντιγόνῳ, συνεβούλευεν ἕνα μὲν μὴ καθιστᾶν ἡγεμόνα, πάντας δὲ τοὺς προκεκριμένους ὑπὸ τοῦ πλήθους σατράπας καὶ στρατηγοὺς εἰς τὴν βασιλικὴν αὐλὴν συνιόντας καθʼ ἡμέραν βουλεύεσθαι κοινῇ περὶ τῶν συμφερόντων·
しかしエウメネスは、彼らの互いの争いによって、自分たちがアンティゴノスにとって容易に制圧される状態になることを恐れ、一人の指導者を立てるべきではなく、民衆によって選ばれたすべてのサトラップや将軍たちが、毎日王の天幕に集まり、共同の利益について共に評議すべきであると勧告した。
§19.15.4ἕστατο γὰρ Ἀλεξάνδρῳ τετελευτηκότι σκηνὴ καὶ κατὰ ταύτην θρόνος, πρὸς ᾧ θύοντες εἰώθεισαν συνεδρεύειν περὶ τῶν κατεπειγόντων.
というのも、亡きアレクサンドロスのために天幕が張られ、その中に玉座が置かれており、その前で彼らは犠牲を捧げ、緊急の事柄について会議を開くのを常としていたからである。
πάντων δὲ διασημαινομένων τὸ ῥηθὲν ὡς συμφέρον εἰρημένον συνῆγε καθʼ ἡμέραν συνέδριον οἷόν τινος δημοκρατουμένης πόλεως.
全員がその提案を有益なものとして賛同の意を示したため、彼は毎日、民主制の都市のような会議を招集した。
§19.15.5μετὰ δὲ ταῦτα παρελθόντων αὐτῶν εἰς Σοῦσα παρὰ τῶν θησαυροφυλακούντων Εὐμενὴς ἔλαβε χρημάτων πλῆθος ὅσον ἦν ἱκανὸν εἰς τὰς χρείας·
その後、彼らがスサに進むと、エウメネスは財務官たちから、必要を満たすのに十分な多額の資金を受け取った。
μόνῳ γὰρ τούτῳ διὰ τῶν ἐπιστολῶν οἱ βασιλεῖς συνετετάχεισαν διδόναι καθʼ ὅ, τι ἂν αὐτὸς προαιρῆται.
というのも、王たちは書簡を通じて、この者に対してのみ、彼自身が望むままに資金を与えるよう命じていたからである。
μισθοδοτήσας δὲ τοὺς Μακεδόνας εἰς ἓξ μῆνας Εὐδάμῳ τῷ τοὺς ἐλέφαντας καταγαγόντι τοὺς ἐκ τῆς Ἰνδικῆς ἔδωκε διακόσια τάλαντα, τῷ μὲν λόγῳ πρὸς τὰς τῶν θηρίων δαπάνας, τῷ δʼ ἔργῳ διὰ τῆς δωρεᾶς ταύτης θεραπεύων τὸν ἄνδρα·
マケドニア兵に六ヶ月分の給与を支払うと、彼はインドから戦象を率いてきたエウダモスに二百タラントンを与えたが、それは名目的には獣たちの維持費のためであり、実際にはこの贈り物によってこの男を懐柔するためであった。
ᾧ γὰρ ἂν τῶν στασιαζόντων οὗτος προσθοῖτο, μεγίστην ἐποιεῖτο ῥοπήν, καταπληκτικῆς οὔσης τῆς τῶν θηρίων χρείας.
というのも、対立する者たちのうち、この男が味方する側が最大の決定権を得ることになるからであり、戦象の利用価値は圧倒的なものであったからである。
τῶν δʼ ἄλλων σατραπῶν ἕκαστος ἔτρεφε τοὺς ἐκ τῆς ὑφʼ ἑαυτὸν χώρας συνηκολουθηκότας.
他のサトラップたちはそれぞれ、自分の管轄する地域から付き従ってきた兵たちを養った。
§19.15.6Εὐμενὴς μὲν οὖν ἐν τῇ Σουσιανῇ διατρίβων ἀνελάμβανε τὴν δύναμιν, Ἀντίγονος δὲ παραχειμάσας ἐν τῇ Μεσοποταμίᾳ τὸ μὲν πρῶτον διενοήθη τοὺς περὶ τὸν Εὐμενῆ διώκειν ἐκ ποδὸς πρὶν αὐξηθῆναι, ὡς δʼ ἤκουσε τοὺς σατράπας καὶ τὰς μετʼ αὐτῶν δυνάμεις συνεληλυθυίας τοῖς Μακεδόσιν, ἐπέσχε τὴν σπουδὴν καὶ τήν τε δύναμιν ἀνελάμβανε καὶ προσκατέγραφε στρατιώτας·
こうしてエウメネスはスシアナにとどまり、軍の勢力を回復させていた。 他方アンティゴノスは、メソポタミアで冬営したが、最初はエウメネスたちの軍勢が強大になる前にすぐさま追撃しようと考えていた。 しかし、サトラップたちとその配下の軍勢がマケドニア兵たちと合流したことを聞くと、彼はその急ぎの行動を控え、自らの軍を回復させるとともに、さらに兵士を募った。
ἑώρα γὰρ τὸν πόλεμον μεγάλων στρατοπέδων καὶ παρασκευῆς οὐ τῆς τυχούσης προσδεόμενον.
というのも、この戦争が、巨大な軍隊と並大抵ではない準備を必要としていることを見抜いていたからである。