Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.110.1-19.110.5

アガトクレスのゲラ退避とシケリア諸都市の離反

187 / 301 箇所 · ギリシア語

要旨

大敗したアガトクレスは、カルタゴの注意を引くためゲラに籠城した後にシラクサへ戻り、戦局を覆すべくリビア遠征を計画する。一方、ハミルカルはシケリアの諸都市を寛大に扱い、多くの都市がカルタゴ側へ離反した。

§19.110.1Ἀγαθοκλῆς δὲ τηλικαύτῃ συμφορᾷ περιπεσὼν τοὺς ἐκ τῆς τροπῆς διασωθέντας ἀνέλαβεν καὶ τὴν παρεμβολὴν ἐμπρήσας εἰς Γέλαν ἀπεχώρησε.
アガトクレスはこれほどの大敗を喫したものの、敗走から生き残った者たちを収容し、陣営に火を放ってゲラへと退却した。
διαδόντος δʼ αὐτοῦ λόγον ὡς κατὰ σπουδὴν εἰς Συρακούσσας ἀναζευγνύειν διέγνωκε, τριακόσιοι τῶν ἐκ Λιβύης ἱππέων κατὰ τὴν χώραν περιέπεσόν τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν.
彼が急ぎシラクサへ向けて撤退することを決意したという噂を流したところ、リビアからの騎兵三百名がその地方でアガトクレスの兵士数名と遭遇した。
ὧν εἰπόντων ὡς Ἀγαθοκλῆς εἰς Συρακούσσας ἀποκεχώρηκεν, εἰσῆλθον εἰς Γέλαν ὡς φίλοι καὶ διαψευσθέντες τῆς ἐλπίδος κατηκοντίσθησαν.
彼らがアガトクレスはシラクサへ退却したと言ったので、彼らは味方を装ってゲラに入ったが、期待を裏切られて投げ槍で射殺された。
§19.110.2ὁ δʼ Ἀγαθοκλῆς συνέκλεισεν αὑτὸν εἰς τὴν Γέλαν, οὐκ ἀδυνατῶν εἰς Συρακούσσας διασωθῆναι, βουλόμενος δὲ περισπάσαι τοὺς Καρχηδονίους πρὸς τὴν πολιορκίαν τῆς Γέλας, ἵνʼ οἱ Συρακόσιοι πολλὴν ἄδειαν σχῶσι συγκομίσαι τοὺς καρπούς, ἀναγκάζοντος τοῦ καιροῦ.
アガトクレスはゲラに自らを閉じ込めた。 シラクサへ無事に逃れることができなかったからではなく、カルタゴ人たちをゲラ包囲へと引きつけ、それによって、時期が強いる中でシラクサの人々が作物を収穫するのに十分な安全を得られるように望んだからである。
§19.110.3ὁ δʼ Ἀμίλκας τὸ μὲν πρῶτον ἐπεχείρει πολιορκεῖν τὴν Γέλαν, πυνθανόμενος δὲ ἐν ταύτῃ καὶ δύναμιν εἶναι τὴν ἀμυνομένην καὶ πάντων εὐπορεῖν τὸν Ἀγαθοκλέα ταύτης μὲν ἀπέστη τῆς ἐπιβολῆς, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐπιπορευόμενος προσήγετο καὶ πᾶσιν ἐχρῆτο φιλανθρώπως, ἐκκαλούμενος τοὺς Σικελιώτας πρὸς εὔνοιαν.
ハミルカルは最初はゲラを包囲しようと試みたが、その中に防衛にあたる軍勢がいること、そしてアガトクレスがあらゆる物資を十分に備えていることを知ると、この試みを断念し、砦や都市を巡り歩いてこれらを味方に引き入れ、シケリアの人々の好意を引くためにすべての人に寛大に接した。
καὶ Καμαριναῖοι μὲν καὶ Λεοντῖνοι, πρὸς δὲ τούτοις Καταναῖοι καὶ Ταυρομενῖται παραχρῆμα πρέσβεις ἐκπέμψαντες προσέθεντο Καρχηδονίοις·
そして、カマリナの人々とレオンティノイの人々、さらにカタナの人々とタウロメニオンの人々は、ただちに使節を派遣してカルタゴ側に付いた。
§19.110.4μετʼ ὀλίγας δʼ ἡμέρας οἵ τε Μεσσήνιοι καὶ Ἀβακαινῖνοι καὶ συχναὶ τῶν πόλεων ἀλλήλας φθάνουσαι πρὸς Ἀμίλκαν ἀφίσταντο·
数日後、メッセネの人々やアバカイノンの人々、そして多くの都市が、互いに先を争うようにしてハミルカルの側へと離反した。
τοσαύτη τοῖς ὄχλοις ἐνέπεσεν ὁρμὴ μετὰ τὴν ἧτταν διὰ τὸ πρὸς τὸν τύραννον μίσος.
敗北の後、僭主に対する憎しみから、民衆の間にそれほどまでに大きな衝動が沸き起こったのである。
§19.110.5ὁ δʼ Ἀγαθοκλῆς ἀπαγαγὼν τὴν ὑπολελειμμένην δύναμιν εἰς Συρακούσσας τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζε καὶ τὸν ἀπὸ τῆς χώρας σῖτον ἀπεκόμιζε, διανοούμενος τῆς μὲν πόλεως τὴν ἱκανὴν ἀπολιπεῖν φυλακήν, τῆς δὲ δυνάμεως τὴν κρατίστην μετάγειν εἰς Λιβύην καὶ μετατιθέναι τὸν πόλεμον εἰς τὴν ἤπειρον ἐκ τῆς νήσου.
一方、アガトクレスは生き残った軍勢をシラクサへと連れ帰り、城壁の損壊した部分を修復し、地方から穀物を運び込んだ。 彼は、市には十分な守備隊を残し、軍の最精鋭部隊をリビアへと移動させ、戦争を島から本土へと移そうと計画していたのである。
ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὴν εἰς Λιβύην Ἀγαθοκλέους διάβασιν ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.
そして我々は、当初の計画に従い、アガトクレスのリビア渡海を次の巻の始まりとする。

語釈・文法注

  1. §19.110.1διαδόντος δʼ αὐτοῦ λόγον — 独立属格構文(Genitive Absolute)。διαδόντος の意味上の主語は代名詞 αὐτοῦ(アガトクレスを指す)。後ろの ὡς 節は λόγον の内容を示す名詞節である。
  2. §19.110.1ὧν εἰπόντων — 関係代名詞 ὧν(直前の τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν を先行詞とする)を用いた独立属格。ラテン語の「結合的関係代名詞(relative connection)」に類する用法。
  3. §19.110.2οὐκ ἀδυνατῶν — οὐκ(否定)と否定の接頭辞 ἀ- を持つ形容詞/分詞 ἀδυνατῶν による二重否定。「(シラクサへ逃れることが)できないわけではなかったが」と肯定の意味を強調する。
  4. §19.110.4ἀλλήλας φθάνουσαι — 「他者に先んじる」を意味する動詞 φθάνω の分詞が、他動詞的用法で相互代名詞 ἀλλήλας(女性複数対格、各都市を指す)を伴っている。主動詞 ἀφίσταντο を修飾し、「互いに先を争うようにして(他より先に)離反した」という慣用的なニュアンスを表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.110.1-19.110.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.110.1-19.110.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。