Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.110.1-19.110.5

阿加托克利斯退守杰拉与西西里诸邦的归附

第 187 段,共 301 段 · 希腊语

内容简介

战败后的阿加托克利斯退守杰拉以分散迦太基人的注意力,随后返回叙拉古准备远征利比亚。与此同时,哈米尔卡以仁慈手段对待西西里各城市,导致众多城市相继投靠迦太基。

§19.110.1Ἀγαθοκλῆς δὲ τηλικαύτῃ συμφορᾷ περιπεσὼν τοὺς ἐκ τῆς τροπῆς διασωθέντας ἀνέλαβεν καὶ τὴν παρεμβολὴν ἐμπρήσας εἰς Γέλαν ἀπεχώρησε.
阿加托克利斯在遭遇如此惨重灾难后,收容了从溃败中幸存的人,并在放火烧毁营地后退往杰拉。
διαδόντος δʼ αὐτοῦ λόγον ὡς κατὰ σπουδὴν εἰς Συρακούσσας ἀναζευγνύειν διέγνωκε, τριακόσιοι τῶν ἐκ Λιβύης ἱππέων κατὰ τὴν χώραν περιέπεσόν τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν.
当他散布谣言称自己已决定火速撤往叙拉古时,三百名来自利比亚的骑兵在该地区遭遇了阿加托克利斯的部分士兵。
ὧν εἰπόντων ὡς Ἀγαθοκλῆς εἰς Συρακούσσας ἀποκεχώρηκεν, εἰσῆλθον εἰς Γέλαν ὡς φίλοι καὶ διαψευσθέντες τῆς ἐλπίδος κατηκοντίσθησαν.
由于这些士兵声称阿加托克利斯已退回叙拉古,骑兵们便伪装成朋友进入杰拉,但他们落空了期望,被标枪射杀。
§19.110.2ὁ δʼ Ἀγαθοκλῆς συνέκλεισεν αὑτὸν εἰς τὴν Γέλαν, οὐκ ἀδυνατῶν εἰς Συρακούσσας διασωθῆναι, βουλόμενος δὲ περισπάσαι τοὺς Καρχηδονίους πρὸς τὴν πολιορκίαν τῆς Γέλας, ἵνʼ οἱ Συρακόσιοι πολλὴν ἄδειαν σχῶσι συγκομίσαι τοὺς καρπούς, ἀναγκάζοντος τοῦ καιροῦ.
阿加托克利斯将自己关在杰拉,这并非因为他无法安全退回叙拉古,而是因为他希望借此吸引迦太基人去围攻杰拉,以便让叙拉古人在时令所迫的情况下,能有充分的安全保障来收割庄稼。
§19.110.3ὁ δʼ Ἀμίλκας τὸ μὲν πρῶτον ἐπεχείρει πολιορκεῖν τὴν Γέλαν, πυνθανόμενος δὲ ἐν ταύτῃ καὶ δύναμιν εἶναι τὴν ἀμυνομένην καὶ πάντων εὐπορεῖν τὸν Ἀγαθοκλέα ταύτης μὲν ἀπέστη τῆς ἐπιβολῆς, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐπιπορευόμενος προσήγετο καὶ πᾶσιν ἐχρῆτο φιλανθρώπως, ἐκκαλούμενος τοὺς Σικελιώτας πρὸς εὔνοιαν.
哈米尔卡起初企图围攻杰拉,但当他获悉城内有防守的军队,且阿加托克利斯各项物资充足时,他便放弃了这一企图,转而巡视各处堡垒和城市以争取它们归顺,并仁慈地对待所有人,以唤起西西里希腊人的好感。
καὶ Καμαριναῖοι μὲν καὶ Λεοντῖνοι, πρὸς δὲ τούτοις Καταναῖοι καὶ Ταυρομενῖται παραχρῆμα πρέσβεις ἐκπέμψαντες προσέθεντο Καρχηδονίοις·
于是卡马里纳人、莱翁蒂尼人,此外还有卡塔尼亚人和陶尔米纳人,立即派遣使节投靠了迦太基人。
§19.110.4μετʼ ὀλίγας δʼ ἡμέρας οἵ τε Μεσσήνιοι καὶ Ἀβακαινῖνοι καὶ συχναὶ τῶν πόλεων ἀλλήλας φθάνουσαι πρὸς Ἀμίλκαν ἀφίσταντο· τοσαύτη τοῖς ὄχλοις ἐνέπεσεν ὁρμὴ μετὰ τὴν ἧτταν διὰ τὸ πρὸς τὸν τύραννον μίσος.
几天后,美塞尼亚人、阿巴凯农人以及许多城市都争先恐后地向哈米尔卡叛变;战败之后,由于对僭主的憎恨,民众中爆发了如此强烈的冲动。
§19.110.5ὁ δʼ Ἀγαθοκλῆς ἀπαγαγὼν τὴν ὑπολελειμμένην δύναμιν εἰς Συρακούσσας τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζε καὶ τὸν ἀπὸ τῆς χώρας σῖτον ἀπεκόμιζε, διανοούμενος τῆς μὲν πόλεως τὴν ἱκανὴν ἀπολιπεῖν φυλακήν, τῆς δὲ δυνάμεως τὴν κρατίστην μετάγειν εἰς Λιβύην καὶ μετατιθέναι τὸν πόλεμον εἰς τὴν ἤπειρον ἐκ τῆς νήσου.
而阿加托克利斯将残存的军队带回叙拉古,修补了受损的城墙,并从乡间运进粮食,意图给城市留下一支足够的守军,而将最精锐的部队调往利比亚,将战争从岛上转移到大陆。
ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὴν εἰς Λιβύην Ἀγαθοκλέους διάβασιν ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.
至于我们,将按照最初的计划,以阿加托克利斯渡海前往利比亚作为下一卷的开端。

词汇与语法注释

  1. §19.110.1διαδόντος δʼ αὐτοῦ λόγον — 独立属格结构(Genitive Absolute)。分词 διαδόντος 的逻辑主语是代词 αὐτοῦ(指代阿加托克利斯)。其后的 ὡς 从句用作名词性从句,解释 λόγον 的内容。
  2. §19.110.1ὧν εἰπόντων — 使用关系代词 ὧν 的独立属格结构,其先行词为前文的 τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν(“阿加托克利斯的部分士兵”)。其功能类似于拉丁语中的关系连词。
  3. §19.110.2οὐκ ἀδυνατῶν — 由否定词 οὐκ 和带有否定前缀 ἀ- 的分词 ἀδυνατῶν 构成的双重否定,强调肯定含义:“并非他不能(安全退回)”。
  4. §19.110.4ἀλλήλας φθάνουσαι — 动词 φθάνω(意为“先于、抢先”)的分词,与相互代词 ἀλλήλας(阴性复数宾语,指代各城市 πόλεις)连用。修饰主动词 ἀφίσταντο,表达了“争先恐后地(比其他城市更快地)叛变”这一惯用语义。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.110.1-19.110.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.110.1-19.110.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。