§19.109.1ὁ δʼ Ἀμίλκας ὁρῶν κατισχυομένους τοὺς ἑαυτοῦ καὶ τῶν Ἑλλήνων ἀεὶ πλείους παρεισπίπτοντας εἰς τὴν παρεμβολὴν ἐπέστησε τοὺς σφενδονήτας τοὺς ἐκ τῶν Βαλιαρίδων νήσων, ὄντας οὐκ ἐλάττους τῶν χιλίων.
ハミルカルは、味方が圧倒され、ギリシア兵が次々と陣営内に乱入してくるのを見て、バレアレス諸島出身の投石兵たち(その数は一千人を下らなかった)を配備した。
§19.109.2οὗτοι δὲ συνεχεῖς καὶ μεγάλους λίθους ἀφιέντες πολλοὺς μὲν ἐτραυμάτιζον, οὐκ ὀλίγους δὲ καὶ τῶν βιαζομένων ἀπέκτεινον, τῶν δὲ πλείστων τὰ σκεπάζοντα τῶν ὅπλων συνέτριβον·
彼らは絶え間なく大きな石を放ち、多くの者を負傷させ、力ずくで突入してくる者の少なからぬ数を殺害し、大半の者の防具を砕いた。
οἱ γὰρ ἄνδρες οὗτοι μναιαίους λίθους βάλλειν εἰωθότες μεγάλα συμβάλλονται πρὸς νίκην ἐν τοῖς κινδύνοις, ὡς ἂν ἐκ παίδων παρʼ αὐτοῖς τῆς ἐν ταῖς σφενδόναις γυμνασίας διαπονουμένης.
というのも、これらの男たちは一ムナの重さの石を投げることに慣れており、戦闘において勝利に大いに貢献するからである。 彼らの間では、子供の頃から投石器の訓練が熱心に行われているからである。
§19.109.3τούτῳ δὲ τῷ τρόπῳ τοὺς Ἕλληνας ἐκ τῆς παρεμβολῆς ἐκβαλόντες ἐκράτησαν.
このようにして彼らはギリシア人を陣営から撃退し、優位に立った。
πάλιν δὲ οἱ περὶ τὸν Ἀγαθοκλέα κατʼ ἄλλους τόπους προσβολὰς ἐποιοῦντο καὶ δὴ τῆς παρεμβολῆς ἤδη κατὰ κράτος ἁλισκομένης κατέπλευσε τοῖς Καρχηδονίοις δύναμις ἐκ Λιβύης ἀνέλπιστος.
しかし、アガトクレスの側の者たちは再び別の場所から攻撃を仕掛け、まさに陣営が力ずくで攻略されようとしていたその時、カルタゴ人のもとにリビアから予期せぬ軍勢が船で到着した。
§19.109.4διὸ καὶ ταῖς ψυχαῖς πάλιν θαρρήσαντες οἱ μὲν ἐκ τῆς παρεμβολῆς κατὰ στόμα ἐκινδύνευον, οἱ δὲ παρόντες ἐπὶ τὴν βοήθειαν κύκλῳ περιίσταντο τοὺς Ἕλληνας.
それゆえ再び気力を奮い立たせ、陣営内の者たちは正面から戦い、救援に駆けつけた者たちはギリシア人を包囲した。
ὧν τιτρωσκομένων παραδόξως ἡ μὲν μάχη ταχὺ παλίντροπος ἐγένετο, ἔφευγον δʼ οἱ μὲν εἰς τὸν Ἱμέραν ποταμόν, οἱ δʼ εἰς τὴν παρεμβολήν.
彼らが予期せぬ形で負傷していく中で、戦況は急速に逆転し、ある者はヒメラ川へ、またある者は(自らの)陣営へと逃亡した。
τεσσαράκοντα σταδίους δʼ ἐχούσης τῆς ἀποχωρήσεως καὶ ταῦτα σχεδὸν πάσης πεδινῆς οὔσης ἐπεδίωκον οἱ τῶν βαρβάρων ἱππεῖς, οὐκ ἔλασσον ὄντες πεντακισχιλίων.
撤退路は四十スタディオンもあり、しかもそのほぼ全域が平坦な地であったため、五千人を下らない異民族の騎兵たちが追撃した。
διὸ καὶ συνέβη τὸν μεταξὺ τόπον νεκρῶν πληρωθῆναι, πολλὰ συμβαλλομένου καὶ τοῦ ποταμοῦ πρὸς τὴν τῶν Ἑλλήνων ἀπώλειαν·
その結果、中間の地域は死体で満たされることになり、川もまたギリシア人の破滅に大いに加担することとなった。
§19.109.5ὑπὸ κύνα γὰρ οὔσης τῆς ὥρας καὶ τοῦ διωγμοῦ περὶ μέσον ἡμέρας γινομένου οἱ πολλοὶ τῶν φευγόντων διά τε τὸ καῦμα καὶ τὴν ἐκ τῆς φυγῆς κακοπάθειαν ἔκδιψοι γιγνόμενοι λάβρως ἔπινον, καὶ ταῦθʼ ἁλυκοῦ τοῦ ῥεύματος ὄντος.
というのも、ドッグ・スターが昇る真夏の時期であり、追撃が真昼に行われたため、逃亡する者の多くは、暑さと逃走による疲労から極度の渇きを覚え、水が塩辛かったにもかかわらず、激しく飲んだからである。
διόπερ οὐκ ἐλάττους τῶν ἐν τῷ διωγμῷ σφαγέντων εὑρέθησαν παρὰ τὸν ποταμὸν τετελευτηκότες ἄτρωτοι.
そのため、追撃中に虐殺された者と同数以上の者が、川のそばで傷を負わずに息絶えているのが見出された。
ἔπεσον δʼ ἐν τῇ μάχῃ ταύτῃ τῶν μὲν βαρβάρων περὶ πεντακοσίους, τῶν δʼ Ἑλλήνων οὐκ ἐλάττους ἑπτακισχιλίων.
この戦いにおいて、異民族の側は約五百人が倒れ、ギリシア人の側は七千人を下らない者が倒れた。