§19.106.1κατὰ δὲ τὴν Σικελίαν ἀεὶ μᾶλλον αὐξομένου Ἀγαθοκλέους καὶ δυνάμεις ἁδροτέρας ἀθροίζοντος Καρχηδόνιοι πυνθανόμενοι τὸν δυνάστην συσκευαζόμενον τὰς ἐν τῇ νήσῳ πόλεις, ταῖς δὲ δυνάμεσιν ὑπερέχοντα τῶν σφετέρων στρατιωτῶν ἔδοξαν ἐνεργέστερον ἅψασθαι τοῦ πολέμου.
シケリアにおいては、アガトクレスがますます強大化し、より強力な軍勢を集めていたため、カルタゴ人は、この支配者が島内の諸都市を手中に収めつつあり、その軍事力において自分たちの兵士を凌駕していることを知り、より精力的に戦争に着手することを決意した。
§19.106.2εὐθὺς οὖν τριήρεις μὲν κατήρτησαν τριάκοντα πρὸς ταῖς ἑκατόν, στρατηγὸν δὲ προχειρισάμενοι τῶν παρʼ αὐτοῖς ἐπιφανεστάτων Ἀμίλκαν ἔδωκαν αὐτῷ τῶν μὲν πολιτικῶν στρατιωτῶν δισχιλίους, ἐν οἷς ἦσαν πολλοὶ καὶ τῶν ἐπιφανῶν, τῶν δʼ ἀπὸ τῆς Λιβύης μυρίους, ἐκ δὲ τῆς Τυρρηνίας μισθοφόρους χιλίους καὶ ζευγίππας διακοσίους, ἔτι δὲ Βαλιάρας σφενδονήτας χιλίους, ὁμοίως δὲ χρημάτων πλῆθος καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων τὴν καθήκουσαν παρασκευήν.
そこで直ちに彼らは、百三十隻の三段櫂船を整備し、自国民の中で最も著名な者の一人であるハミルカルを将軍に選出して、彼に市民兵二千人(その中には多くの高名な者たちも含まれていた)、リビアからの兵一万人、テュレニアからの傭兵千人と重装騎兵二百人、さらにはバレアレス人の投石兵千人を与え、同様に資金、投射兵器、穀物、その他戦争に有用なあらゆるふさわしい備えを豊富に与えた。
§19.106.3ἀναχθέντος δʼ ἐκ τῆς Καρχηδόνος τοῦ στόλου παντὸς καὶ γενομένου πελαγίου χειμὼν ἐξαίφνης ἐπιπεσὼν ἑξήκοντα μὲν τριήρεις ἠφάνισε, διακόσια δὲ τῶν σιτηγῶν πλοίων διέφθειρεν·
艦隊全体がカルタゴから出航して外洋に達したとき、突風が突然襲いかかり、三段櫂船六十隻を沈め、穀物輸送船二百隻を破壊した。
ὁ δὲ λοιπὸς στόλος μεγάλοις περιπεσὼν χειμῶσι μόλις διεσώθη πρὸς τὴν Σικελίαν.
残りの艦隊は大嵐に遭遇しながらも、かろうじてシケリアに逃れ着いた。
§19.106.4ἀπώλοντο δὲ καὶ τῶν ἐπιφανῶν Καρχηδονίων οὐκ ὀλίγοι, διʼ οὓς συνέβη τὴν πόλιν δημόσιον ἄρασθαι πένθος·
また、著名なカルタゴ人も少なからぬ数が命を落とし、彼らのために都市が公の喪に服することとなった。
εἰώθασι γάρ, ἐπειδὰν μείζων τις ἀτυχία γένηται περὶ τὴν πόλιν, μέλασι σακκίοις κατακαλύπτειν τὰ τείχη.
なぜなら、彼らには都市に大きな不幸が生じた際、城壁を黒い粗布で覆う習慣があるからである。
§19.106.5Ἀμίλκας δʼ ὁ στρατηγὸς ἀναλαβὼν τοὺς διασωθέντας ἐκ τοῦ χειμῶνος μισθοφόρους συνῆγε καὶ τῶν κατὰ Σικελίαν συμμάχων ἐστρατολόγει τοὺς εὐθέτους.
将軍ハミルカルは、嵐から救われた傭兵たちを引き取って集め、シケリアの同盟者たちから適格な者を募兵した。
παρέλαβε δὲ καὶ τὰς προϋπαρχούσας δυνάμεις καὶ πάντων τῶν εἰς πόλεμον εὐθέτων ἐπιμέλειαν ποιησάμενος ἐν ὑπαίθρῳ συνεῖχε τὰ στρατόπεδα, πεζοὺς μὲν ἔχων περὶ τοὺς τετρακισμυρίους, ἱππεῖς δὲ σχεδὸν πεντακισχιλίους.
彼はまた、既存の軍勢を引き継ぎ、戦争に有用なすべての事柄に配慮を施した上で、野外に軍勢を留め置いた。 その規模は、歩兵約四万人、騎兵ほぼ五千人であった。
ταχὺ δὲ τὴν γεγενημένην ἀτυχίαν διορθωσάμενος καὶ δόξας ἀγαθὸς εἶναι τῶν μὲν συμμάχων τὰς ψυχὰς προκαταπεπληγμένας ἀνεκτήσατο, τοῖς δὲ πολεμίοις οὐ τὴν τυχοῦσαν ἀγωνίαν ἐπέστησεν.
彼は被った不運を迅速に挽回し、有能な指揮官であると認められたことで、恐怖に沈んでいた同盟者たちの士気を回復させ、敵には並大抵ではない不安を与えた。