§19.105.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σιμωνίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλλέριον καὶ Πόπλιον Δέκιον.
アテナイでシモニデスがアルコンであったとき、ローマ人はマルクス・ウァレリウスとプブリウス・デキウスを執政官に任命した。
ἐπὶ δὲ τούτων οἱ περὶ Κάσανδρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον διαλύσεις ἐποιήσαντο πρὸς Ἀντίγονον καὶ συνθήκας ἔγραψαν.
彼らの任期中に、カッサンドロス、プトレマイオス、リュシマコスの陣営はアンティゴノスと和睦を結び、条約を起草した。
ἐν δὲ ταύταις ἦν Κάσανδρον μὲν εἶναι στρατηγὸν τῆς Εὐρώπης, μέχρι ἂν Ἀλέξανδρος ὁ ἐκ Ῥωξάνης εἰς ἡλικίαν ἔλθῃ, καὶ Λυσίμαχον μὲν τῆς Θρᾴκης κυριεύειν, Πτολεμαῖον δὲ τῆς Αἰγύπτου καὶ τῶν συνοριζουσῶν ταύτῃ πόλεων κατά τε τὴν Λιβύην καὶ τὴν Ἀραβίαν, Ἀντίγονον δὲ ἀφηγεῖσθαι τῆς Ἀσίας πάσης, τοὺς δὲ Ἕλληνας αὐτονόμους εἶναι.
その条約の中には次のように規定されていた。 すなわち、カッサンドロスは、ロクサネの息子アレクサンドロスが成人するまで、ヨーロッパの支配者であり、リュシマコスはトラキアを支配し、プトレマイオスはエジプトと、リビアおよびアラビアにおいてエジプトに隣接する諸都市を支配し、アンティゴノスはアジア全土を統率し、ギリシア人は自治を享受すること。
οὐ μὴν ἐνέμεινάν γε ταῖς ὁμολογίαις ταύταις, ἀλλʼ ἕκαστος αὐτῶν προφάσεις εὐλόγους ποριζόμενος πλεονεκτεῖν ἐπειρᾶτο.
しかしながら、彼らはこれらの合意を守り通したわけではなく、それぞれがもっともらしい口実を見つけては、より多くの利益を得ようと努めた。
§19.105.2Κάσανδρος δὲ ὁρῶν Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης αὐξόμενον καὶ κατὰ τὴν Μακεδονίαν λόγους ὑπό τινων διαδιδομένους ὅτι καθήκει προάγειν ἐκ τῆς φυλακῆς τὸν παῖδα καὶ τὴν πατρῴαν βασιλείαν παραδοῦναι, φοβηθεὶς ὑπὲρ ἑαυτοῦ προσέταξε Γλαυκίᾳ τῷ προεστηκότι τῆς τοῦ παιδὸς φυλακῆς τὴν μὲν Ῥωξάνην καὶ τὸν βασιλέα κατασφάξαι καὶ κρύψαι τὰ σώματα, τὸ δὲ γεγονὸς μηδενὶ τῶν ἄλλων ἀπαγγεῖλαι.
カッサンドロスは、ロクサネの息子アレクサンドロスが成長していくのを目にし、またマケドニアにおいて、その少年を幽閉状態から連れ出して父祖の王権を譲り渡すのが当然であるという噂が一部の人々によって流されているのを知り、自身のために恐れを抱き、少年の監視の任にあたっていたグラウキアスに対し、ロクサネと王を殺害してその遺体を隠し、起きたことを他の誰にも告げないようにと命じた。
§19.105.3ποιήσαντος δʼ αὐτοῦ τὸ προσταχθὲν οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον καὶ Πτολεμαῖον, ἔτι δʼ Ἀντίγονον ἀπηλλάγησαν τῶν ἀπὸ τοῦ βασιλέως προσδοκωμένων φόβων·
彼が命じられたことを実行すると、カッサンドロス、リュシマコス、プトレマイオス、さらにアンティゴノスの陣営は、王から予想される恐怖から解放された。
§19.105.4οὐκέτι γὰρ ὄντος οὐδενὸς τοῦ διαδεξομένου τὴν ἀρχὴν τὸ λοιπὸν ἕκαστος τῶν κρατούντων ἐθνῶν ἢ πόλεων βασιλικὰς εἶχεν ἐλπίδας καὶ τὴν ὑφʼ ἑαυτὸν τεταγμένην χώραν εἶχεν ὡσανεί τινα βασιλείαν δορίκτητον.
王位を継承する者がもはや誰もいなくなったため、以後は、諸民族や諸都市を支配する者のそれぞれが王としての野望を抱き、自らの配下に置かれた領土を、あたかも武力で勝ち取った王国のようにもち続けた。
τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὰ περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν τούτοις ἦν.
こうして、アジアとヨーロッパにおける事態、およびギリシアとマケドニアをめぐる状況は、このような状態にあった。
§19.105.5κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι δυνάμεσιν ἁδραῖς πεζῶν τε καὶ ἱππέων ἐστράτευσαν ἐπὶ Πολλίτιον, Μαρρουκίνων οὖσαν πόλιν.
一方、イタリアにおいては、ローマ人が歩兵と騎兵の強力な軍勢を率いて、マッルキーニ人の都市であるポッリティウムに対して遠征を行った。
ἀπέστειλαν δὲ καὶ τῶν πολιτῶν εἰς ἀποικίαν καὶ κατῴκισαν τὴν προσαγορευομένην Ἰντέραμναν.
彼らはまた、植民地のために市民を送り出し、インテラムナと呼ばれる都市を創建した。