§19.104.1οἱ δὲ περὶ τὸν Δεινοκράτην φυγάδες, ἔχοντες πεζοὺς μὲν ὑπὲρ τοὺς τρισχιλίους, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, τὴν καλουμένην Γαλερίαν κατελάβοντο, τῶν πολιτῶν ἑκουσίως ἐπικαλεσαμένων, καὶ τοὺς μὲν Ἀγαθοκλέους ἐξέβαλον, αὐτοὶ δὲ πρὸ τῆς πόλεως ἐστρατοπέδευσαν.
デイノクラテス率いる追放者たちは、三千人を超える歩兵と二千人を下回らない騎兵を擁しており、市民たちが自発的に招き入れたため、ガレリアと呼ばれる都市を占領し、アガトクレスの者たちを追い払って、自らは都市の前に陣を敷いた。
§19.104.2Ἀγαθοκλέους δὲ ταχέως ἀποστείλαντος ἐπʼ αὐτοὺς Πασίφιλον καὶ Δημόφιλον μετὰ στρατιωτῶν πεντακισχιλίων ἐγένετο μάχη πρὸς τοὺς φυγάδας, ὧν ἠγεῖτο Δεινοκράτης καὶ Φιλωνίδης, τὰ κέρατα διειληφότες.
アガトクレスが速やかに彼らに向けてパシピロスとデモピロスを五千人の兵士とともに派遣したため、追放者たちとの戦闘が発生した。 追放者たちは、両翼の指揮を分担したデイノクラテスとピロニデスが率いていた。
ἐφʼ ἱκανὸν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ὁ κίνδυνος, φιλοτίμως ἀμφοτέρων τῶν στρατοπέδων ἀγωνιζομένων·
それゆえ、かなりの時間、戦況は互角であり、両陣営が名誉をかけて勇敢に戦った。
τοῦ δʼ ἑτέρου τῶν στρατηγῶν Φιλωνίδου πεσόντος καὶ τοῦ κατὰ τοῦτον μέρους τραπέντος ἠναγκάσθη καὶ Δεινοκράτης ἀποχωρῆσαι.
しかし、将軍の一方であるピロニデスが戦死し、彼が率いていた側の部隊が敗走したため、デイノクラテスもまた撤退せざるを得なくなった。
οἱ δὲ περὶ τὸν Πασίφιλον τούτων τε πολλοὺς κατὰ τὴν φυγὴν ἀνεῖλον καὶ τὴν Γαλερίαν ἀνακτησάμενοι τοὺς αἰτίους τῆς ἀποστάσεως ἐκόλασαν.
パシピロスの一行は、彼らの多くを逃走中に殺害し、ガレリアを奪還して、反乱の責任者たちを処罰した。
§19.104.3Ἀγαθοκλῆς δὲ πυνθανόμενος τοὺς Καρχηδονίους τὸν Ἔκνομον καλούμενον λόφον ἐν τῇ Γελῴα κατειληφέναι, διέγνω πάσῃ τῇ δυνάμει διαγωνίσασθαι.
一方、アガトクレスは、カルタゴ人がゲラ領内のエクノモスと呼ばれる丘を占領したと聞き、全軍を率いて決戦に及ぶことを決意した。
ὁρμήσας δʼ ἐπʼ αὐτοὺς καὶ πλησίον γενόμενος προεκαλεῖτο εἰς μάχην, ἐπηρμένος τῇ προγεγενημένῃ νίκῃ.
彼は彼らに向かって進軍し、近くに達すると、先の勝利に意を強くして、戦いを挑んだ。
§19.104.4οὐ τολμώντων δὲ τῶν βαρβάρων παρατάξασθαι νομίσας ἀκονιτὶ κρατεῖν τῶν ὑπαίθρων ἐπανῆλθεν εἰς τὰς Συρακούσσας καὶ τῶν ναῶν τοὺς ἐπιφανεστάτους τοῖς σκύλοις ἐκόσμησεν.
しかし、バルバロイが布陣する勇気を持たなかったため、戦わずして開けた土地の支配権を得たと判断してシラクサへと帰還し、神殿のうち最も顕著なものを戦利品で飾った。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὧν ἡμεῖς ἐδυνήθημεν ἐφικέσθαι.
以上が、この年の間に、我々が知ることのできた事柄のうちに行われたことである。