§19.105.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σιμωνίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλλέριον καὶ Πόπλιον Δέκιον.
When Simonides was archon in Athens, the Romans appointed Marcus Valerius and Publius Decius as consuls.
ἐπὶ δὲ τούτων οἱ περὶ Κάσανδρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον διαλύσεις ἐποιήσαντο πρὸς Ἀντίγονον καὶ συνθήκας ἔγραψαν.
During their term of office, the factions of Cassander, Ptolemy, and Lysimachus made a peace with Antigonus and drew up a treaty.
ἐν δὲ ταύταις ἦν Κάσανδρον μὲν εἶναι στρατηγὸν τῆς Εὐρώπης, μέχρι ἂν Ἀλέξανδρος ὁ ἐκ Ῥωξάνης εἰς ἡλικίαν ἔλθῃ, καὶ Λυσίμαχον μὲν τῆς Θρᾴκης κυριεύειν, Πτολεμαῖον δὲ τῆς Αἰγύπτου καὶ τῶν συνοριζουσῶν ταύτῃ πόλεων κατά τε τὴν Λιβύην καὶ τὴν Ἀραβίαν, Ἀντίγονον δὲ ἀφηγεῖσθαι τῆς Ἀσίας πάσης, τοὺς δὲ Ἕλληνας αὐτονόμους εἶναι.
In this treaty it was stipulated that Cassander should be general of Europe until Alexander, the son of Roxane, should come of age; and Lysimachus should rule Thrace, and Ptolemy should rule Egypt and the cities bordering on it in Libya and Arabia; and Antigonus should lead all Asia, and the Greeks should be autonomous.
οὐ μὴν ἐνέμεινάν γε ταῖς ὁμολογίαις ταύταις, ἀλλʼ ἕκαστος αὐτῶν προφάσεις εὐλόγους ποριζόμενος πλεονεκτεῖν ἐπειρᾶτο.
However, they did not abide by these agreements, but each of them, providing himself with plausible pretexts, tried to gain the advantage.
§19.105.2Κάσανδρος δὲ ὁρῶν Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης αὐξόμενον καὶ κατὰ τὴν Μακεδονίαν λόγους ὑπό τινων διαδιδομένους ὅτι καθήκει προάγειν ἐκ τῆς φυλακῆς τὸν παῖδα καὶ τὴν πατρῴαν βασιλείαν παραδοῦναι, φοβηθεὶς ὑπὲρ ἑαυτοῦ προσέταξε Γλαυκίᾳ τῷ προεστηκότι τῆς τοῦ παιδὸς φυλακῆς τὴν μὲν Ῥωξάνην καὶ τὸν βασιλέα κατασφάξαι καὶ κρύψαι τὰ σώματα, τὸ δὲ γεγονὸς μηδενὶ τῶν ἄλλων ἀπαγγεῖλαι.
But Cassander, seeing that Alexander, the son of Roxane, was growing up, and that rumors were being spread by some in Macedonia that it was fitting to release the boy from custody and hand over his father's kingdom to him, fearing for himself, ordered Glaucias, who was in charge of the guard over the boy, to slaughter Roxane and the king, to hide their bodies, and to report what had happened to none of the others.
§19.105.3ποιήσαντος δʼ αὐτοῦ τὸ προσταχθὲν οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον καὶ Πτολεμαῖον, ἔτι δʼ Ἀντίγονον ἀπηλλάγησαν τῶν ἀπὸ τοῦ βασιλέως προσδοκωμένων φόβων· §19.105.4οὐκέτι γὰρ ὄντος οὐδενὸς τοῦ διαδεξομένου τὴν ἀρχὴν τὸ λοιπὸν ἕκαστος τῶν κρατούντων ἐθνῶν ἢ πόλεων βασιλικὰς εἶχεν ἐλπίδας καὶ τὴν ὑφʼ ἑαυτὸν τεταγμένην χώραν εἶχεν ὡσανεί τινα βασιλείαν δορίκτητον.
When he had done what was ordered, the factions of Cassander, Lysimachus, Ptolemy, and also Antigonus were freed from the fears expected from the king; for since there was no longer anyone to succeed to the rule, henceforth each of those ruling over nations or cities had royal hopes and held the territory placed under his command as if it were a kingdom won by the spear.
τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὰ περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν τούτοις ἦν.
Such, then, were the affairs in Asia and Europe, and those concerning Greece and Macedonia.
§19.105.5κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι δυνάμεσιν ἁδραῖς πεζῶν τε καὶ ἱππέων ἐστράτευσαν ἐπὶ Πολλίτιον, Μαρρουκίνων οὖσαν πόλιν.
But in Italy, the Romans campaigned with strong forces of both infantry and cavalry against Pollitium, a city of the Marrucini.
ἀπέστειλαν δὲ καὶ τῶν πολιτῶν εἰς ἀποικίαν καὶ κατῴκισαν τὴν προσαγορευομένην Ἰντέραμναν.
They also sent out some of their citizens for a colony and settled the place called Interamna.