§19.104.1οἱ δὲ περὶ τὸν Δεινοκράτην φυγάδες, ἔχοντες πεζοὺς μὲν ὑπὲρ τοὺς τρισχιλίους, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, τὴν καλουμένην Γαλερίαν κατελάβοντο, τῶν πολιτῶν ἑκουσίως ἐπικαλεσαμένων, καὶ τοὺς μὲν Ἀγαθοκλέους ἐξέβαλον, αὐτοὶ δὲ πρὸ τῆς πόλεως ἐστρατοπέδευσαν.
The exiles with Deinocrates, having more than three thousand infantry and no fewer than two thousand cavalry, seized the city called Galeria, since the citizens had voluntarily invited them in; and having expelled the men of Agathocles, they themselves encamped before the city.
§19.104.2Ἀγαθοκλέους δὲ ταχέως ἀποστείλαντος ἐπʼ αὐτοὺς Πασίφιλον καὶ Δημόφιλον μετὰ στρατιωτῶν πεντακισχιλίων ἐγένετο μάχη πρὸς τοὺς φυγάδας, ὧν ἠγεῖτο Δεινοκράτης καὶ Φιλωνίδης, τὰ κέρατα διειληφότες.
Since Agathocles quickly sent Pasiphilus and Demophilus against them with five thousand soldiers, a battle took place against the exiles, who were led by Deinocrates and Philonides, who had divided the command of the wings.
ἐφʼ ἱκανὸν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ὁ κίνδυνος, φιλοτίμως ἀμφοτέρων τῶν στρατοπέδων ἀγωνιζομένων· τοῦ δʼ ἑτέρου τῶν στρατηγῶν Φιλωνίδου πεσόντος καὶ τοῦ κατὰ τοῦτον μέρους τραπέντος ἠναγκάσθη καὶ Δεινοκράτης ἀποχωρῆσαι.
Now, for a considerable time, the danger was evenly balanced, as both armies fought with ambition; but when one of the generals, Philonides, fell and the part of the army under him was turned to flight, Deinocrates also was forced to retreat.
οἱ δὲ περὶ τὸν Πασίφιλον τούτων τε πολλοὺς κατὰ τὴν φυγὴν ἀνεῖλον καὶ τὴν Γαλερίαν ἀνακτησάμενοι τοὺς αἰτίους τῆς ἀποστάσεως ἐκόλασαν.
The men under Pasiphilus killed many of them during the flight, and having recovered Galeria, they punished those responsible for the revolt.
§19.104.3Ἀγαθοκλῆς δὲ πυνθανόμενος τοὺς Καρχηδονίους τὸν Ἔκνομον καλούμενον λόφον ἐν τῇ Γελῴα κατειληφέναι, διέγνω πάσῃ τῇ δυνάμει διαγωνίσασθαι.
But Agathocles, learning that the Carthaginians had seized the hill called Ecnomus in the territory of Gela, decided to fight to a finish with all his forces.
ὁρμήσας δʼ ἐπʼ αὐτοὺς καὶ πλησίον γενόμενος προεκαλεῖτο εἰς μάχην, ἐπηρμένος τῇ προγεγενημένῃ νίκῃ.
Having set out against them and come near, he challenged them to battle, encouraged by the previous victory.
§19.104.4οὐ τολμώντων δὲ τῶν βαρβάρων παρατάξασθαι νομίσας ἀκονιτὶ κρατεῖν τῶν ὑπαίθρων ἐπανῆλθεν εἰς τὰς Συρακούσσας καὶ τῶν ναῶν τοὺς ἐπιφανεστάτους τοῖς σκύλοις ἐκόσμησεν.
But since the barbarians did not dare to draw up their lines, thinking that he held the open country without a struggle, he returned to Syracuse and adorned the most conspicuous of the temples with the spoils.
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὧν ἡμεῖς ἐδυνήθημεν ἐφικέσθαι.
These, then, were the things done during this year, among those which we have been able to attain.