§19.102.1ἐν δὲ τῇ Σικελίᾳ τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων οἱ μὲν φυγάδες τῶν Συρακοσίων ἠθροίσθησαν εἰς τὴν Μεσσήνην, ταύτην ὁρῶντες λοιπὴν οὖσαν τῶν ἀλλοτρίως ἐχουσῶν πρὸς τὸν δυνάστην,
一方シケリアでは、アガトクレスと、メッセネ人を除くシケリア人たちとの間で平和が結ばれたばかりであったが、シラクサの追放者たちはメッセネに集まった。 彼らは、この都市が、あの支配者に対して敵対的な態度をとっている都市のうち、最後に残されたものであることを見ていたからである。
§19.102.2ὁ δʼ Ἀγαθοκλῆς σπεύδων αὐτῶν καταλῦσαι τὸ σύστημα Πασίφιλον στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως εἰς τὴν Μεσσήνην,
アガトクレスは彼らの結束を解体することを急ぎ、将軍パシフィロスを軍勢とともにメッセネへと派遣した。
§19.102.3ἐντειλάμενος ἐν ἀπορρήτοις ἃ χρὴ πράττειν.
彼はなすべきことを秘密裏に命じておいた。
οὗτος δὲ ἀπροσδοκήτως ἐμβαλὼν εἰς τὴν χώραν καὶ πολλῶν αἰχμαλώτων καὶ τῆς ἄλλης λείας ἐγκρατὴς γενόμενος ἠξίου τοὺς Μεσσηνίους βούλεσθαι τὴν φιλίαν καὶ μὴ συναναγκάζεσθαι τοῖς πολεμιωτάτοις αὐτοῦ διαλύεσθαι.
パシフィロスは不意にその領土に侵入し、多くの捕虜とその他の戦利品を手中に収めると、メッセネ人たちに対して、友好を望むこと、およびアガトクレスの最も手強い敵たちとともに破滅に追い込まれないようにすることを求めた。
§19.102.4οἱ δὲ Μεσσήνιοι λαβόντες ἐλπίδας τοῦ χωρὶς κινδύνων ἀπολυθήσεσθαι τοῦ πολέμου τούς τε φυγάδας τοὺς ἐκ Συρακουσσῶν ἐξέβαλον καὶ τὸν Ἀγαθοκλέα παραγενόμενον μετὰ δυνάμεως προσεδέξαντο.
メッセネ人たちは、危険なしに戦争から解放されるという希望を抱き、シラクサからの追放者たちを追放し、軍勢を率いてやって来たアガトクレスを受け入れた。
§19.102.5ὁ δὲ τὸ μὲν πρῶτον φιλανθρώπως αὐτοῖς προσεφέρετο καὶ τοὺς φυγάδας ἔπεισεν καταδέξασθαι τοὺς συ στρατευομένους μὲν αὐτῷ, πεφυγαδευμένους δὲ νόμῳ ὑπὸ τῶν Μεσσηνίων.
彼は最初は彼らに好意的に接し、自分とともに従軍していたが、メッセネ人たちによって法律に基づき追放されていた追放者たちを受け入れるよう彼らを説得した。
§19.102.6μετὰ δὲ ταῦτα τοὺς ἐναντιουμένους ἐν τοῖς ἔμπροσθεν χρόνοις τῇ δυναστείᾳ μεταπεμψάμενος ἔκ τε Ταυρομενίου καὶ τῆς Μεσσήνης ἅπαντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας ἑξακοσίων·
その後、彼は以前に自分の支配に反対した者たちをタウロメニオンとメッセネの双方から召し出し、すべて虐殺したが、その数は六百人を下らなかった。
§19.102.7διανοούμενος γὰρ πόλεμον ἐκφέρειν τοῖς Καρχηδονίοις πᾶν τὸ διακείμενον ἀλλοτρίως κατὰ τὴν Σικελίαν ἐκ ποδῶν ἐποιεῖτο.
というのも、彼はカルタゴ人に対して戦争を仕掛けるつもりであったので、シケリアにおいて敵対的な態度をとっているすべての者を排除したのである。
οἱ δὲ Μεσσήνιοι τῶν ξένων τοὺς εὐνουστάτους αὐτοῖς καὶ δυναμένους ἀμύνασθαι τὸν τύραννον ἐκβεβληκότες ἐκ τῆς πόλεως καὶ τῶν πολιτῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν δυνάστην ὁρῶντες ἀνῃρημένους, ἔτι δὲ τοὺς ἐπὶ κακουργίᾳ καταδεδικασμένους ἠναγκασμένοι καταδέξασθαι μετεμέλοντο μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἠναγκάζοντο δὲ καρτερεῖν, καταπεπληγμένοι τὴν ὑπεροχὴν τῶν κρατούντων.
一方メッセネ人たちは、異邦人のうち、自分たちに最も好意的に接し、かつ僭主に対抗して防衛する能力のあった者たちを都市から追放してしまい、さらに市民のうち支配者に対して敵対的であった者たちが抹殺されたのを目にし、その上、悪事によって有罪を宣告されていた者たちを受け入れることを強制されていたため、自分たちの行ったことを後悔したが、支配している者たちの圧倒的な力に恐れおののき、耐えることを余儀なくされていた。
§19.102.8ὁ δʼ Ἀγαθοκλῆς τὸ μὲν πρῶτον ἀνέζευξεν ἐπʼ Ἀκράγαντος, διανοούμενος καὶ ταύτην τὴν πόλιν συσκευάσασθαι·
アガトクレスは最初は、アクラガスをも手中に収めるつもりで、同地に向けて軍を進めた。
τῶν δὲ Καρχηδονίων καταπλευσάντων ναυσὶν ἑξήκοντα ταύτης μὲν τῆς προθέσεως ἀπέστη, τὴν δὲ χώραν τὴν ὑπὸ Καρχηδονίους ἐπιὼν ἐλεηλάτει καὶ τῶν φρουρίων ἃ μὲν ᾕρει κατὰ κράτος, ἃ δὲ διʼ ὁμολογίας προσήγετο.
しかし、カルタゴ人たちが六十隻の船で入港したため、この意図を断念し、カルタゴ人の支配下にある領土に侵入して略奪し、砦のうちあるものは力づくで占領し、あるものは降伏協定によって味方に引き入れた。